Aspasia) - urn:cts:greekLit:tlg2711Athens (Wikidata)
rhetorician (Wikidata)
philosopher (Wikidata)
orator (Wikidata)
writer (Wikidata)
| alpha | 4202 | [ | Ἀσπασία· πολυθρύλητος γέγονεν αὕτη. ἦν δὲ γένος Μιλησία, δεινὴ δὲ περὶ λόγους. Περικλέους δέ φασιν αὐτὴν διδάσκαλον ἅμα καὶ ἐρωμένην εἶναι. δοκεῖ δὲ δυοῖν πολέμων αἰτία γεγονέναι, τοῦ τε Σαμιακοῦ καὶ τοῦ Πελοποννησιακοῦ. δοκεῖ δὲ καὶ ἐξ αὐτῆς ἐσχηκέναι Περικλῆς τὸν ὁμώνυμον αὐτῷ Περικλέα τὸν νόθον. ὅτι Ἀσπασίαι δύο ἑταῖραι. τῇ δὲ μιᾷ τούτων ἐκέχρητο ὁ Περικλῆς, δι’ ἣν ὀργισθεὶς ἔγραψε τὸ κατὰ Μεγαρέων ψήφισμα, ἀπαγορεῦον δέχεσθαι αὐτοὺς εἰς τὰς Ἀθήνας. ὅθεν ἐκεῖνοι εἰργόμενοι τῶν Ἀθηναίων προσέφυγον τοῖς Λακεδαιμονίοις. ἡ δὲ Ἀσπασία σοφίστρια ἦν καὶ διδάσκαλος λόγων ῥητορικῶν. ὕστερον δὲ καὶ γαμετὴ αὐτοῦ γέγονεν. | ] |
| delta | 451 | [ | Δημοποίητος· ὁ ὑπὸ τοῦ δήμου εἰσποιηθεὶς καὶ γεγονὼς πολίτης. Περικλῆς γὰρ ὁ Ξανθίππου, νόμον γράψας τὸν μὴ ἐξ ἀμφοῖν ἀστυπολίτην μὴ εἶναι, οὐ μετὰ μακρὸν τοὺς γνησίους ἀποβαλών, ἄκων καὶ στένων καὶ λύσας τὸν ἑαυτοῦ νόμον καὶ ἀσχημονήσας, ἐλεεινὸς ἅμα καὶ μισητὸς ἔτυχεν ὧν ἐβούλετο. ὅμως γε μὴν ἀντιβολοῦντος καὶ δεκάσαντος τοὺς ἐντεῦθεν ζῶντας, ὀψὲ καὶ μόλις τὸν νόθον οἱ παῖδα τὸν ἐξ Ἀσπασίας τῆς Μιλησίας ἐποίησε δημοποίητον. Δημοποίητος οὖν ὁ φύσει ξένος, ὑπὸ δὲ τοῦ δήμου πολίτης γεγονώς. | ] |
| pi | 1179 | [ | Περικλῆς, Ἀθηναῖος. ἐπὶ τούτου ἤρξατο ὁ Πελοποννησιακὸς πόλεμος. ἐπὶ τούτου τὸ Κυλώνειον ἄγος ἠλαύνετο παρὰ Ἀθηναίων, ᾧ ἐνείχετο Περικλῆς· Κύλωνα γὰρ ἄνδρα Ἀθηναῖον, Ὀλύμπια νενικηκότα, γαμβρὸν Θεαγένους τοῦ Μεγαρέων τυράννου, ἐπιθέμενον τυραννίδι τῶν Ἀθηναίων, παραχρῆμα φυγόντα, καταφυγόντα δὲ ἐπὶ τὰς Σεμνὰς θεὰς ἀποσπάσαντες οἱ περὶ Περικλέα ἀπέκτειναν. οἱ δὲ ἀντεπέταττον. Περικλῆς δὲ οὐκ εἴα πείθεσθαι. ὃς ἦν Ξανθίππου παῖς, στρατηγοῦ Ἀθηναίων, Ἀναξαγόρου δ’ ὁμιλητής. φασὶ δέ, ὅτι μέλλουσα τὸν Περικλέα τίκτειν ἡ μήτηρ ὄναρ εἶδεν ὡς λέοντα τέκοι. οὗτος κεραυνοῦ ποτε γενομένου καὶ θορυβηθέντων Ἀθηναίων, ὡς ἐξῄεσαν ἐς μάχην ὑπ’ αὐτῷ στρατηγῷ, δύο λίθους συγκρούσας καὶ πῦρ ἐξ αὐτῶν ἐκκόψας, τοῦτο, εἶπεν, ἐστὶν ὁ κεραυνός. ἔγημε δὲ Ἀσπασίαν τὴν Μιλησίαν, ἐξ ἧς ἔσχε παῖδας Ξάνθιππον καὶ Πάραλον· ὃν παρὰ τὰ πάτρια ὠνόμασεν, ἥρωος ἐπιθεὶς ὄνομα, οὐκ ἐξόν. | ] |
| pi | 1434 | [ | Πεφυσιγγωμένοι· πεφυσημένοι. φύσιγξ δὲ τὸ ἐκτὸς λέπισμα τῶν σκορόδων· ἡ φυσίγγη. ἔπαιξεν οὖν καὶ τοῦτο εἰς Μεγαρέας, ὅτι πολλὰ σκόροδα ἔχουσιν. ἢ πεπλησμένοι, ἀπὸ μεταφορᾶς τῶν τὸν ἄνεμον δεχομένων ἀσκῶν ἢ φυσῶν. ἢ ἐκκεκαυμένοι, οἰδοῦντες. Ἀριστοφάνης· κᾆθ’ οἱ Μεγαρεῖς ὀδύναις πεφυσιγγωμένοι, ἀντεξέκλεψαν Ἀσπασίας. | ] |
| pi | 2333 | [ | Προβατοπώλης· ὁ Καλλίας καὶ ἡ ἐπ’ αὐτοῦ πολιτεία· ἢ Λυσικλῆς, υἱὲ Ἀσπασία. στυππειοπώλης δὲ ὁ Εὐκράτης, ὃς καὶ Στύππαξ ἐκαλεῖτο. βυρσοπώλης δὲ ὁ Κλέων. οὐκ ἐπὶ τοῦ πωλεῖν τὰς βύρσας παρείληπται, ἀλλ’ ἐπὶ τοῦ τῆς πόλεως ἀποδίδοσθαι τὰ πράγματα. | ] |
| sigma | 733 | [ | Σμηκύθης· ὄνομα κύριον. διεβέβλητο δὲ ὡς γυναικώδης τὸν τρόπον. τὸ δὲ πλῆρες Σμηκύθης κύριος· ὥσπερ ἐν ταῖς εἰσαγωγαῖς τῶν ἐγκλημάτων κηρύττειν εἰώθασιν, ἐπειδὰν γυναικὶ ἐπιφέρηται ἔγκλημα. οὕτω γὰρ προσκαλεῖσθαι εἰώθασιν ἐν τῷ δικαστηρίῳ· ἢ ὁ δεῖνα καὶ ὁ κύριος, τουτέστιν ὁ ἀνήρ. ἅμα οὖν ὡς γυναικώδη τὸν Σμήκυθον κωμῳδεῖ καὶ ἔχοντα κύριον, ὡς αἱ θήλειαι. εἴρηται οὖν ἐπὶ τῶν γυναικωδῶν. ἦν δὲ Θρᾳκῶν βασιλεύς, κίναιδος. κύριον δέ, ὡς εἴρηται, τὸν ἄνδρα λέγει. οὕτω γὰρ ἀπεγράφοντο ἐν τοῖς δικαστηρίοις· Ἀσπασία καὶ κύριος. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: