Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Jacobus Psychrestas (Jacobus Psychrestas) - urn:cts:greekLit:lagl0877

iota 12[ Ἰάκωβος, Ἡσυχίου υἱὸς ἰατροῦ, ὁ ἐπικληθεὶς Ψύχριστος, ἐκ τοῦ ἐξάρχου Δαμασκηνοῦ. εἰς Ῥόδον δὲ γενομένου τοῦ πατρός, εἶτα εἰς Δρέπανον τὸ ἐν Ἄργει, ἐλθόντος κἀκεῖ γήμαντος τὴν ἐξ αὐτοῦ τεκοῦσαν τὸν Ἰάκωβον, καταλιπόντος δὲ τήν τε γαμετὴν καὶ τὸν παῖδα καὶ ἐκδημήσαντος ἐπὶ ἔτη ιθʹ εἴς τε Ἀλεξάνδρειαν καὶ Ἰταλίαν καὶ οὐδὲ περιεῖναι δοκοῦντος· ὅθεν γαμεῖται μὲν ἡ Ἰακώβου μήτηρ δευτέρῳ ἀνδρί. καὶ παίδων αὐτῇ γενομένων δύο καὶ θηλείας, τελευτᾷ τὸν βίον ὁ γαμήσας αὐτήν. ἐπάνεισι δὲ Ἡσύχιος ἐν Κωνσταντινουπόλει· ὅπερ γνοὺς Ἰάκωβος ἦλθε πρὸς αὐτόν· καὶ τότε παιδείας ἤρξατο καὶ ἰάτρευσεν ἐν Κωνσταντινουπόλει ἐπὶ Λέοντος βασιλέως. ]
iota 13[ Ἰάκωβος, ἰατρός. ἀπὸ Δαμασκοῦ εἷλκε τὸ γένος καὶ ἐς τὸ ἀκριβέστατον ἀναβὰς τῆς ἐπιστήμης τέλειος ἦν, οὐ διαγινώσκων μόνον τὰς νόσους, ἀλλὰ καὶ ἰώμενος, ὁμοῦ μὲν κατὰ τὸν λόγον, ὁμοῦ δὲ κατὰ τὴν πεῖραν, ἐπιμελῶς τε καὶ ἱκανῶς· ὥστε τὰ πρωτεῖα τῆς ἰατρικῆς εὐκλείας ἀπενέγκασθαι τῶν καθ’ ἑαυτὸν ἰατρῶν, παραβάλλεσθαι δὲ ἤδη πρὸς τοὺς ἀρχαίους, ὑπερβάλλειν δὲ αὐτῶν τούς γε πλείους· οἷα δὲ ἔχοντα δύναμιν ἰσόθεον ἀγαπᾶσθαι καὶ προσκυνεῖσθαι ὑπὸ τῶν δεομένων· οὕτω δὲ θαρρεῖν ἐφ’ ἑαυτῷ καὶ ἐπὶ τῇ κρίσει τῶν οἰκείων μεθόδων, ὥστε εἰ ἀπελθὼν πρὸς τὸν ἄρρωστον καὶ τοῖς σημείοις τὸ νόσημα διαγνοὺς ἀπεφήνατο βιώσιμον εἶναι τὸν ἄνθρωπον, εὐέλπιδας γίνεσθαι πάντας, ὡς ὑγείας ἐσομένης· εἰ δὲ μὴ ὡς τελευτῆς· καὶ μηδένα πώποτε τῶν ἐλπίδων διαψευσθῆναι. ἔλεγε δὲ ὁ αὐτός, χρῆναι τὸν ἄριστον ἰατρὸν ἤτοι ἀπογνῶναι τῆς νόσου ἢ ἁψάμενον εὐθὺς εἰς ῥᾷον μεταβαλεῖν τὸν νοσοῦντα καὶ ἔχοντα μετριώτερον ἀπολείπειν· ἄλλως δὲ μὴ ἀποστῆναι πρότερον. πάντας δὲ ὡς εἰπεῖν ἀπήλλαττε τῶν ἐνοχλούντων παθῶν παραυτίκα ἢ μικρὸν ὕστερον. διόπερ οἱ μὲν ἄλλοι σωτῆρα τὸν Ἰάκωβον ἀπεκάλουν, οἷά ποτε καὶ τὸν Ἀσκληπιόν· οἱ δὲ ἰατροὶ διέβαλλον ἀεὶ καὶ ἐλοιδόρουν, ὡς οἷόν τινα οὐκ ἰατρόν, ἀλλὰ θεοφιλῆ τινα καὶ ἱερόν· καὶ οὐκ ἐψεύδοντο. ἦν γὰρ ἐπιεικὴς ὁ ἀνὴρ καὶ θεῷ τῷ ὄντι κεχαρισμένος. εἰ δὲ δεῖ τὸ τοῦ φιλοσόφου εἰπεῖν, Ἀσκληπιαδικὴν ᾤετο τὴν τοῦ Ἰακώβου ψυχὴν καὶ κατὰ φύσιν Παιώνειον· προσεῖναι δὲ καὶ τὴν ἐρωτικὴν τοῦ ἐπιτηδεύματος ἐπιμέλειαν, ἣ μάλιστα φιλεῖ τοὺς τεχνίτας ἑκάστους οἰκειοῦν καὶ προσάγειν τοῖς ἐφόροις τῆς τέχνης. οὕτω καὶ Φειδίαν ἐνθουσιῶντα δημιουργεῖν, οὕτω καὶ Ζεῦξιν εἰκάζειν τὰ ἀγάλματα. ]
sigma 852[ Σωρανός, Ἐφέσιος, ἰατρὸς νεώτερος. Γυναικεῖα βιβλία δʹ, Βίους ἰατρῶν καὶ αἱρέσεις καὶ συντάγματα βιβλία ιʹ· καὶ ἄλλα διάφορα. ὅτι Ἀσκληπιόδοτος ὁ φιλόσοφος, καὶ τὴν ἰατρικῆν ἐκμαθὼν τῶν μὲν νεωτέρων οὐδένα ἀπεδέχετο πλὴν Ἰάκωβον, τῶν δὲ πρεσβυτέρων μετὰ τὸν Ἱπποκράτην Σωρανὸν τὸν Κίλικα, τὸν Μαλλώτην ἐπίκλην. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License