Palamedes) - urn:cts:greekLit:lagl0672| kappa | 2091 | [ | Κόριννος, Ἰλιεύς, ἐποποιὸς τῶν πρὸ Ὁμήρου, ὥς τισιν ἔδοξε· καὶ πρῶτος γράψας τὴν Ἰλιάδα, ἔτι τῶν Τρωϊκῶν συνισταμένων. ἦν δὲ Παλαμήδους μαθητὴς καὶ ἔγραψε τοῖς ὑπὸ Παλαμήδους εὑρεθεῖσι Δωρικοῖς γράμμασιν. ἔγραψε δὲ καὶ τὸν Δαρδάνου πρὸς Παφλαγόνας πόλεμον, ὡς ἐκ τούτου λαβεῖν καὶ τῆς ποιήσεως πᾶσαν ὑπόθεσιν Ὅμηρον καὶ ἐντάξαι τοῖς αὑτοῦ βιβλίοις. | ] |
| pi | 42 | [ | Παλαμήδειος λόγος· τοῦ Παλαμήδους. | ] |
| pi | 44 | [ | Παλαμήδης, Ναυπλίου καὶ Κλυμένης, Ἀργεῖος, ἐποποιός. ἦν δὲ οὗτος ἀνεψιὸς τοῦ βασιλέως Ἀγαμέμνονος πρὸς μητρός. ἔσχε δὲ εὐφυῶς πρός τε φιλοσοφίαν καὶ ποιητικὴν καὶ εὑρετὴς γέγονε τοῦ ζ στοιχείου καὶ τοῦ π καὶ τοῦ φ καὶ τοῦ χ, ψήφων τε καὶ πεσσῶν καὶ κύβων καὶ μέτρων καὶ σταθμῶν. τὰ δὲ ποιήματα αὐτοῦ ἠφανίσθη ὑπὸ τῶν Ἀγαμέμνονος ἀπογόνων διὰ βασκανίαν. ὑπολαμβάνω δὲ καὶ τὸν ποιητὴν Ὅμηρον αὐτὸ τοῦτο πεπονθέναι καὶ μηδεμίαν τοῦ ἀνδρὸς τούτου μνήμην ποιήσασθαι. ὅτι ἠφανίσθη τὰ Παλαμήδους ποιήματα διὰ βασκανίαν ὑπὸ Ὁμήρου. ἅπτεται δὲ καὶ τῶν μεγίστων ἀνδρῶν ὁ φθόνος· ὡς εἴθε μὴ παρεισέδυ τῷ βίῳ, ἢ παρεισδὺς μή μου περιέσοιτο· ἐρρέσθω δὲ καὶ ἀπέστω. ὅσα γὰρ δέδηγμαι τὴν καρδίαν, καὶ οἷα δέδορκα τῷ μακρῷ χρόνῳ. ἀλλ’ εἴη μοι βίος πανεπάρκιος. ὄμμα βάλοι δὲ μήποτ’ ἐφ’ ἡμετέραις ἐλπίσι βασκανίη· φησί τις τῶν παλαιῶν. | ] |
| pi | 45 | [ | Παλαμήδης· οἶδα δ’ ἐγὼ καὶ δὴ πότερον ἐκ τοῦ Παλαμήδους [+]. ὡς ἐκεῖνος τὰς πλάτας ῥίψω γράφων. ὥσπερ Οἴαξ τῷ Ναυπλίῳ γράφει τῷ πατρὶ τὸν Παλαμήδη ἐν διαφόροις πλάταις καὶ ῥιπτεῖ εἰς θάλασσαν, ὥστε μιᾷ γέ τινι Ναυπλίῳ περιπεσεῖν. πόθεν οὖν γ’ ἔκειντό μοι πλάται; ταδὶ τἀγάλματα ἀντὶ πλατῶν γράφων διαρρίπτοιμι. βέλτιον πολύ. ξύλον γέ τοι καὶ ταῦτα, κἀκεῖν’ ἦν ξύλον. | ] |
| pi | 1702 | [ | Πλάτη· κώπη, πλάτη, καὶ εἶδος πλοίου. ὥσπερ Παλαμήδης τὰς πλάτας ῥίψω γράφων Ναυπλίῳ. | ] |
| tau | 7 | [ | Τάβλα· ὄνομα παιδιᾶς. ταύτην ἐφεῦρε Παλαμήδης εἰς διαγωγὴν τοῦ Ἑλληνικοῦ στρατοῦ σὺν φιλοσοφίᾳ πολλῇ· τάβλα γάρ ἐστιν ὁ γήϊνος κόσμος, ιβʹ δὲ κάσοι ὁ ζωδιακὸς ἀριθμός, τὸ δὲ ψηφοβόλον καὶ τὰ ἐν αὐτῷ ζʹ κοκκία τὰ ζʹ ἄστρα τῶν πλανητῶν, ὁ δὲ πύργος τὸ ὕψος τοῦ οὐρανοῦ· ἐξ οὗ ἀνταποδίδοται πᾶσι πολλὰ καὶ κακά. ἄλλοι δὲ λέγουσι.... | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: