Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Sergius Constantinopolitanus (Sergius I of Constantinople) - urn:cts:greekLit:lagl0587

Place of birth (Wikidata Statement)

Syria (Wikidata)

Place of death (Wikidata Statement)

Constantinople (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

politician (Wikidata)

presbyter (Wikidata)

beta 579[ Βρύχιος: βυθιζόμενος ὕδατι. καὶ Ἐμβρύοικος, ἡ ἄγκυρα ἡ τὸν βυθὸν οἰκοῦσα. καὶ Ἐμβρυον, τὸ ἐγγάστριον βρέφος. ἐν Ἐπιγράμμασι· ἄγκυρον ἐμβρύοικον ἐρυσινηΐδα. ἐπὶ Ἡρακλείου βασιλέως σʹ χιλιάδες ἀνδρῶν διεφθάρησαν ἐν τῷ πρὸς Ἰσαύρους πολέμῳ. ὁ δὲ βασιλεὺς Ἡράκλειος χρήματα πλεῖστα καὶ χρυσὸν καὶ ἄργυρον καὶ λίθους πολυτελεῖς πέμπει, ἅπερ βρύχια γέγονεν ἐπὶ Σεργίου πατριάρχου. ]
eta 465[ Ἡράκλειος, βασιλεὺς Ῥωμαίων. οὗτος ὑπὸ Ἀθανασίου, πατριάρχου Ἰακωβιτῶν, καὶ Σεργίου τοῦ Σύρου, Κωνσταντινουπόλεως, εἰς τὴν αἵρεσιν τῶν Μονοθελητῶν ἐξεκυλίσθη. ὅτι Ἡρακλείῳ τῷ βασιλεῖ ὄντι ἐν Περσίδι ἐτελεύτησαν δύο υἱοὶ καὶ δύο θυγατέρες. αὐτὸς δὲ λαβὼν τὰ ζωοποιὰ ξύλα ἐσφραγισμένα, καθάπερ ἐλήφθησαν διαμείναντα, εἰς τὰ Ἱεροσόλυμα ἀφίκετο καὶ Μοδέστῳ τῷ ἀρχιερεῖ καὶ τῷ αὐτοῦ κλήρῳ ταῦτα ὑπέδειξεν. οἱ δὲ τήν τε σφραγῖδα σώαν ἐπεγίνωσκον καὶ ἀνέπαφον, τήν τε κλεῖδα τὴν παρ’ αὐτῷ ἤγαγε, καὶ προσεκύνησαν καὶ ὕψωσαν. καὶ ἐς τὸ Βυζάντιον ἐξέπεμψεν ὁ βασιλεύς· ἃ δὴ Σέργιος ἀρχιερεὺς εἰς Βλάχερνας ὑπεδέξατο. καὶ μετ’ οὐ πολὺ Ἡράκλειος ἐς Βυζάντιον ἐχώρει δεχθεὶς μετὰ πολλῆς εὐφημίας. ὅτι ὁ αὐτὸς Ἡράκλειος ἐκ Περσῶν εἰς τὸ Βυζάντιον τέσσαρας ἦγεν ἐλέφαντας, οὓς δὴ καὶ εἰς τοὺς ἱππικοὺς ἀγῶνας ἐθριάμβευσεν ἐπὶ τῇ τῆς πόλεως τέρψει πάσαις δωρεαῖς φιλοτιμησάμενος. ἐπεὶ δὲ ἦν ἑλὼν ἐκ τῆς οὐσίας τῆς μεγάλης ἐκκλησίας, ἐκ τοῦ βασιλικοῦ ταμιείου αὐτῇ τε καὶ τῷ κατ’ αὐτὴν κλήρῳ ἐτήσια χρήματα παρέχεσθαι. καὶ Κωνσταντῖνον υἱὸν αὑτοῦ παρασκευάζει ὑπατεῦσαι Ἡράκλειόν τε τὸν ἀπὸ Μαρτίνης Καίσαρα προχειρίζεται. πυθόμενος δὲ ἀποθανεῖν ἐν τοῖς εἰς τὰ Ἠρία παλατίοις διέτριβε. καὶ συναγαγὼν ὁ ὕπαρχος καὶ συζεύξας πλοῖα εἰς τὸν πορθμὸν τοῦ καλουμένου Στενοῦ διέβη κατὰ τὰς ἀκτὰς τοῦ καλουμένου κόλπου Φειδαλίας καὶ διὰ τῆς γεφύρας τοῦ Βαρυβύσσου ποταμοῦ εἰς τὴν πόλιν εἰσῄει. ὑδέρῳ δὲ τὸν βίον καταστρέφει. ὅτι ἐπὶ Ἡρακλείου βασιλέως σʹ χιλιάδες ἀνδρῶν διεφθάρησαν ἐν τῷ πρὸς Ἰσαύρους πολέμῳ. ὁ δὲ βασιλεὺς Ἡράκλειος χρήματα πλεῖστα καὶ χρυσὸν καὶ ἄργυρον καὶ λίθους πολυτελεῖς πέμπει, ἅπερ βρύχια γέγονεν ἐπὶ Σεργίου πατριάρχου. βρύχια ἤγουν βυθιζόμενα ὕδατι. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License