Draco) - urn:cts:greekLit:lagl0518Athens (Wikidata)
legislator (Wikidata)
urn:cts:greekLit:lagl0518.suda001
| delta | 1495 | [ | Δράκων, Ἀθηναῖος νομοθέτης. οὗτος εἰς Αἴγιναν ἐπὶ νομοθεσίαις εὐφημούμενος ὑπὸ τῶν Αἰγινητῶν ἐν τῷ θεάτρῳ ἐπιρριψάντων αὐτῷ ἐπὶ τὴν κεφαλὴν πετάσους πλείονας καὶ χιτῶνας καὶ ἱμάτια ἀπεπνίγη καὶ ἐν αὐτῷ ἐτάφη τῷ θεάτρῳ. γέγονε δὲ τοῖς χρόνοις κατὰ τοὺς ζʹ σοφούς, ἢ μᾶλλον καὶ πρεσβύτερος. τῇ γοῦν λθʹ Ὀλυμπιάδι τοὺς νόμους ἔθετο γηραιὸς ὢν τοῖς Ἀθηναίοις. ἔγραψεν Ὑποθήκας εἰς ἔπη τρισχίλια. | ] |
| nu | 410 | [ | Νίκων· οὗτος πὺξ καὶ πάλην καὶ παγκράτιον καὶ δρόμον καὶ τ ἄλλα ἐν Ὀλυμπίᾳ καὶ Νεμέᾳ καὶ Ἰσθμοῖ καὶ ἄλλοις ἀγῶσι νικήσας ἔλαβε στεφάνους, ὥς φασι, χιλίους καὶ υʹ. ἀπελθόντος δὲ αὐτοῦ ἐξ ἀνθρώπων, τῶν ἀπεχθανομένων τις ὡς ζῶντι αὐτῷ παρεγένετο ἐπὶ τὴν εἰκόνα αὐτοῦ καὶ ἐμαστίγου αὐτήν· ἐς ὃ πεσοῦσα ἐκείνη ἠμύνατο τὸν ὑβριστήν. τοῦ δὲ οἱ παῖδες ἐπεξῄεσαν φόνου ἐπὶ τῇ εἰκόνι, καὶ οἱ Θάσιοι καταποντοῦσιν αὐτὴν κατὰ νόμον Δράκοντος Ἀθηναίου, ὑπερορίζοντος φονεύοντα καὶ τὰ ἄψυχα. ταύτην δὲ ἡ Πυθία ἔχρησε κακῶς Θασίοις πράττουσιν ἀνενεγκεῖν. ἀπορούντων δὲ τῶν ἁλιέων περὶ τῆς ἀναγωγῆς, τὰ δίκτυα χαλάσαντες ἐπὶ ἰχθῦς ἀνήνεγκον τὴν εἰκόνα. καὶ ἔστησαν αὐτὴν οἱ Θάσιοι ὅθι καὶ πρῶτον ἦν. | ] |
| nu | 472 | [ | Νομοθέται· παρ’ Ἀθηναίοις πρῶτος ἐγένετο Δράκων καὶ μετ’ αὐτὸν Σόλων καὶ μετὰ τοῦτον Θαλῆς καὶ μετὰ τοῦτον Αἰσχύλος. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: