Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Demophilus (Demophilus of Constantinople) - urn:cts:greekLit:lagl0493

Place of birth (Wikidata Statement)

Thessaloniki (Wikidata) (Pleiades)

Occupation (Wikidata Statement)

presbyter (Wikidata)

delta 470[ Δημόφιλος, ἐπίσκοπος Κωνσταντίνου πόλεως ἄνθρωπος ἦν οἷος ἐμπεσὼν ὁμοῦ σύμπαντα φύρειν ἀκόσμῳ φορᾷ καθάπερ ἄτακτος χειμάρρους, πολὺν ἐν τοῖς λόγοις τὸν συρφετὸν ἄγων, ὡς εἴσεταί τις ἐκ γοῦν τῆς ἐν τοῖς ἔτι σῳζομένοις ὑπομνήμασιν αὐτοῦ γεγονυίας δημηγορίας· ἔνθα καὶ μᾶλλον εἰκὸς ἦν ἀσφαλείας αὐτὸν φροντίδα θέσθαι τινά, ὡς ἐγγράφοις μνήμαις ἀναλαμβανομένων τῶν λεγομένων. ἐν τούτοις γοῦν ἄλλα τε πολλὰ διείλεκται ἄναρθρα, διαρρήδην δὲ ἐν τοῖς περὶ πατρὸς καὶ υἱοῦ λόγοις. φησὶ γάρ· υἱὸς μὲν πατρὸς θελήσει γεγέννηται μόνου, ἀχρόνως, ἀμεσιτεύτως, ἵνα διάκονος γένηται καὶ ὑπηρέτης τῶν βουλημάτων τοῦ πατρός. ἐπειδὴ γὰρ ὁ προγινώσκων θεὸς ἃ ἔμελλε πράττειν ἀδύνατα ἦν τῆς ἀκρατήτου τάξεως τοῦ μέλλοντος αὐτὰ ποιεῖν θεοῦ ἐν τῷ γενέσθαι μέλλοντα· ἢ γὰρ ἔδει αὐτὰ πάντα θεοὺς γενέσθαι πρὸς ἀξίαν τοῦ ποιοῦντος, καὶ ἐκ τούτων ἔμελλον εἶναι θεοί· ἢ ἔδει αὐτὰ γενόμενα λύεσθαι, ὥσπερ κηρὸν πυρὶ θερμῷ προσαγόμενον· γέγονε μὲν οὖν μεσίτης τῶν τε ἐσομένων καὶ τοῦ γεγεννηκότος αὐτὸν θεοῦ, ὁ υἱός, ἵνα συντάξας ἑαυτὸν καὶ συγκαταβαίνων τοῖς γινομένοις ἀποτελέσειε τὸ βούλημα τοῦ πατρός· καὶ μεσίτης γεγένηται τοῦ θεοῦ καὶ ἡμῶν τῶν δι’ αὐτοῦ γενομένων. ἐλάνθανε διὰ τούτων τοῦ τε θεοῦ τῶν ὅλων ἀσθένειαν καὶ βασκανίαν καταψευδόμενος καὶ τὸν υἱὸν πάντων τῶν κτισμάτων ἀποφαίνων καταδεέστερον. ὁ μὲν γὰρ ἀσθενὴς ἂν ἦν κατὰ Δημόφιλον, εἰ βουληθείς, ἔπειτα ἀπόρως εἶχε τοῖς πᾶσι τὸ εἶναι δωρήσασθαι· φθόνου δ’ οὐκ ἀπήλλακτο ἄν, εἰ ἐξὸν αὐτῷ θεοὺς τὰ πάντα ποιεῖν, ὁ δὲ ἐφαίνετο μηχανώμενος, ὅπως μὴ ταύτης αὐτῷ τύχῃ τὰ γενησόμενα τῆς ἀξίας. τοῦ δέ γ’ αὖ παιδὸς οὐκ ἦν τῶν κτισμάτων οὐδέν, ὃ μὴ ἄμεινον ὑπάρχειν ἐδείχθη ἄν, εἴπερ γε μὴ δι’ ἑαυτὸν ἐκεῖνος ἔτυχε γεγονώς, ἀλλὰ διὰ σκοπὸν καὶ χρείαν τῆς τούτων γενέσεως. ἅπαν γάρ τοι τὸ δι’ ἑτέρων γινόμενον χρείαν ἔλαττον ὑπάρχειν ἐκείνων ἀνάγκη, δι’ ἃ τοῦ εἶναι τυγχάνει. καὶ ἄλλα δὲ ἐληρώδει πολλά. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License