Α | Ἀποπομπάς | [ | Ἀποπομπάς: Ἰσοκράτης Φιλίππῳ. ἀποπομπαῖοί τινες ἐκαλοῦντο θεοὶ, περὶ ὧν Ἀπολλόδωρος ἐν ἕκτῳ περὶ θεῶν διείλεκται. | ] |
Α | Αὐτόχθονες | [ | Αὐτόχθονες: οἱ Ἀθηναῖοι. Δημοσθένης ἐν τῷ παραπρεσβείας μόνοι γὰρ τῶν πάντων αὐτόχθονες ὑμεῖς ἐστέ. Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν κληθῆναί φησιν αὐτοὺς αὐτόχθονας, ἐπεὶ τὴν χθόνα, τουτέστι τὴν γῆν, ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο· οἱ δὲ διὰ τὸ μὴ εἶναι ἐπήλυδας. ὁ δὲ Πίνδαρος καὶ ὁ τὴν Δαναΐδα πεποιηκώς φασιν Ἐριχθόνιον καὶ Ἥφαιστον ἐκ γῆς φανῆναι. αὐτόχθονες δὲ καὶ Ἀρκάδες ἦσαν, ὡς Ἑλλάνικός φησι, καὶ Αἰγινῆται καὶ Θηβαῖοι. | ] |
Κ | Κύρβεις | [ | Κύρβεις: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. κύρβεις φησὶν Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν ἔχειν ἐγγεγραμμένους τοὺς νόμους, εἶναι δ' αὐτοὺς λίθους ὀρθοὺς ἑστῶτας, οὓς ἀπὸ μὲν τῆς στάσεως στήλας, ἀπὸ δὲ τῆς εἰς ὕψος ἀνατάσεως διὰ τὸ κεκορυφῶσθαι κύρβεις ἐκάλουν, ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τιθεμένην. Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶν ἀναγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείᾳ. | ] |
Μ | Μεῖον καὶ μειαγωγός | [ | Μεῖον καὶ μειαγωγός: Ἰσαῖος ἐν τῷ πρὸς Στρατοκλέα παρέστησε μεῖον. θῦμά ἐστιν ὃ τοῖς φράτορσι παρεῖχον οἱ τοὺς παῖδας εἰσάγοντες εἰς τούτους. Ἐρατοσθένης δ' ἐν τοῖς περὶ κωμῳδίας φησὶν οὕτως νόμου ὄντος μὴ μεῖον εἰσάγειν ὡρισμένου τινὸς, ἐπισκώπτοντες μετὰ παιδιᾶς πάντα τὸν εἰσάγοντα μεῖον ἔφασαν εἰσάγειν, ὅθεν τὸ μὲν ἱερεῖον μεῖον προσηγορεύθη, μειαγωγὸς δὲ ὁ εἰσάγων. Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν οἱ φράτορές φησιν, ἵνα μείζονας νέμωνται μερίδας, ἐφώνουν ἑστῶτες ἱστάνειν δεῖν, μεῖον γάρ ἐστι. περὶ δὲ τοῦ μειαγωγοῦ Εὔπολις ἐν Δήμοις τοιγαροῦν στρατηγὸς οὐδεὶς ἐξ ἐκείνου τοῦ χρόνου ἐδύναθ', ὥσπερ μειαγωγὸς ἑστιῶν ⏑– ⏑– – ⏑– τῆς τοῦδε νίκης πλείον' ἑλκύσαι σταθμόν. μειαγωγῆσαι δέ ἐστι τὸ ἐπιδοῦναι τοῖς φράτορσι τὸ μεῖον, ὡς Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς. | ] |
Π | Πάνδημος Ἀφροδίτη | [ | Πάνδημος Ἀφροδίτη: Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος. Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν πάνδημόν φησιν Ἀθήνησι κληθῆναι τὴν ἀφιδρυθεῖσαν περὶ τὴν ἀρχαίαν ἀγορὰν διὰ τὸ ἐνταῦθα πάντα τὸν δῆμον συνάγεσθαι τὸ παλαιὸν ἐν ταῖς ἐκκλησίαις, ἃς ἐκάλουν ἀγοράς. Νίκανδρος ἐν ϛʹ Κολοφωνιακῶν Σόλωνά φησι σώματα ἀγοράσαντα εὐπρεπῆ ἐπὶ στέγης στῆσαι διὰ τοὺς νέους, καὶ ἐκ τῶν περιγενομένων χρημάτων ἱδρύσασθαι Ἀφροδίτης πανδήμου ἱερόν. ἔστι δὲ τὸ πάνδημον πάγκοινον. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: