urn:cts:greekLit:tlg0222.harp001 - On Good and Bad
urn:cts:greekLit:tlg0222.harp002 - On Old Comedy
urn:cts:greekLit:tlg0222.harp003 - On Comedy
urn:cts:greekLit:tlg0222.harp004 - Chronographies
Α | Ἁρμοσταί | [ | Ἁρμοσταί: οἱ ὑπὸ Λακεδαιμονίων εἰς τὰς ὑπηκόους πόλεις ἄρχοντες ἐκπεμπόμενοι, ὡς Ἐρατοσθένης ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν φησί· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. | ] |
Δ | Δεκάζων | [ | Δεκάζων: Ἰσοκράτης περὶ τῆς εἰρήνης. ὅ τι ποτὲ τοῦτ' ἐστὶ, δῆλον ἅπασιν· Ἐρατοσθένης δὲ ἐν τοῖς περὶ τῆς ἀρχαίας κωμῳδίας πόθεν τὸ πρᾶγμα εἴρηται δηλοῖ οὕτω λέγων Λύκος ἐστὶν ἥρως πρὸς τοῖς ἐν Ἀθήναις δικαστηρίοις, τοῦ θηρίου μορφὴν ἔχων, πρὸς ὃν οἱ δωροδοκοῦντες κατὰ ιʹ γιγνόμενοι ἀνεστρέφοντο, ὅθεν εἴρηται Λύκου δεκάς. Ἀριστοτέλης δ' ἐν Ἀθηναίων πολιτείᾳ Ἄνυτόν φησι καταδεῖξαι τὸ δεκάζειν τὰ δικαστήρια. | ] |
Ε | Εὔηνος | [ | Εὔηνος: Ὑπερείδης ἐν τῷ κατ' Αὐτοκλέους. δύο ἀναγράφουσιν Εὐήνους ἐλεγείων ποιητὰς ὁμωνύμους ἀλλήλοις, καθάπερ Ἐρατοσθένης ἐν τῷ περὶ χρονογραφιῶν, ἀμφοτέρους λέγων Παρίους εἶναι· γνωρίζεσθαι δέ φησι τὸν νεώτερον μόνον. μέμνηται δὲ θατέρου αὐτῶν καὶ Πλάτων. | ] |
Μ | Μεῖον καὶ μειαγωγός | [ | Μεῖον καὶ μειαγωγός: Ἰσαῖος ἐν τῷ πρὸς Στρατοκλέα παρέστησε μεῖον. θῦμά ἐστιν ὃ τοῖς φράτορσι παρεῖχον οἱ τοὺς παῖδας εἰσάγοντες εἰς τούτους. Ἐρατοσθένης δ' ἐν τοῖς περὶ κωμῳδίας φησὶν οὕτως νόμου ὄντος μὴ μεῖον εἰσάγειν ὡρισμένου τινὸς, ἐπισκώπτοντες μετὰ παιδιᾶς πάντα τὸν εἰσάγοντα μεῖον ἔφασαν εἰσάγειν, ὅθεν τὸ μὲν ἱερεῖον μεῖον προσηγορεύθη, μειαγωγὸς δὲ ὁ εἰσάγων. Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν οἱ φράτορές φησιν, ἵνα μείζονας νέμωνται μερίδας, ἐφώνουν ἑστῶτες ἱστάνειν δεῖν, μεῖον γάρ ἐστι. περὶ δὲ τοῦ μειαγωγοῦ Εὔπολις ἐν Δήμοις τοιγαροῦν στρατηγὸς οὐδεὶς ἐξ ἐκείνου τοῦ χρόνου ἐδύναθ', ὥσπερ μειαγωγὸς ἑστιῶν ⏑– ⏑– – ⏑– τῆς τοῦδε νίκης πλείον' ἑλκύσαι σταθμόν. μειαγωγῆσαι δέ ἐστι τὸ ἐπιδοῦναι τοῖς φράτορσι τὸ μεῖον, ὡς Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς. | ] |
Μ | Μεταλλεῖς | [ | Μεταλλεῖς: Λυσίας ἐν τῷ πρὸς Διοχάρη, εἰ γνήσιος. οἱ τὰ μέταλλα ἐργαζόμενοι μεταλλεῖς ὀνομάζονται. ἔστι δὲ καὶ δρᾶμα Φερεκράτους Μεταλλεῖς [+], ὅπερ Νικόμαχόν φησι πεποιηκέναι Ἐρατοσθένης ἐν ζʹ περὶ τῆς ἀρχαίας κωμῳδίας. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: