Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Dinarchus (Dinarchus) - urn:cts:greekLit:tlg0029.harp021

Γ Γηπέδων[ Γηπέδων: Δείναρχος ἐν τῷ κατὰ Στεφάνου. γήπεδον τὸ χωρίον, ὥσπερ καὶ οἰκόπεδον τὸ γῇ καὶ οἰκήμασιν ἀπαρτιζόμενον. Πλάτων γοῦν ἐν εʹ Νόμων φησὶν ὧν ἔλαχεν οἰκοπέδων ἢ γηπέδων. ]
Δ Δημοτελῆ καὶ δημοτικὰ ἱερά[ Δημοτελῆ καὶ δημοτικὰ ἱερά: διέφερον ἀλλήλων καὶ τῶν ὀργεωνικῶν καὶ τῶν γενικῶν, ὡς Δείναρχος δηλοῖ ἐν τῷ κατὰ Στεφάνου. ]
Ε Ἐρχιᾶθεν[ Ἐρχιᾶθεν: Δείναρχος κατὰ Στεφάνου. Ἐρχιὰ δῆμός ἐστι τῆς Αἰγηΐδος, ὥς φησι Διόδωρος. ]
Π Παιανιεῖς καὶ Παιονίδαι[ Παιανιεῖς καὶ Παιονίδαι: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ὅτ' ἐγράψατο εἰς Ἄρειον πάγον Δημομέλη τὸν Παιανιέα ἀνεψιὸν ὄντα. Δίδυμος γραπτέον εἶναί φησι Παιανιᾶ, χωρὶς τοῦ ε. εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Πανδιονίδος φυλῆς, οὓς Διόδωρος καλεῖσθαί φησι Παιανίαν καθύπερθεν καὶ Παιανίαν ὑπένερθεν· ὁμοίως δ' ἑκατέρου τῶν δήμων τὸν δημότην καλεῖσθαί φησι Παιανιέα. διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτῳ ὑποσημαίνει. μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες, ὥσπερ καὶ Δείναρχος ἐν τῷ κατὰ Στεφάνου περὶ τοῦ ὀχετοῦ. δῆμος δέ ἐστιν οὗτος τῆς Λεοντίδος, ὡς ὁ αὐτὸς Διόδωρος δηλοῖ. ]
Π Παλληνεύς[ Παλληνεύς: Ὑπερείδης ἐν τῇ ὑπὲρ Χαιρεφίλου ἀπολογίᾳ. Παλλήνη δῆμος τῆς Ἀντιοχίδος. τὸ δὲ ἐκ τόπου ἐπίρρημα Δείναρχος ἐν τῷ κατὰ Στεφάνου Παλλήνηθέν φησιν, ὁ δὲ δημότης Παλληνεύς. ὅτι δ' ἐστὶ καὶ ἐν Θρᾴκῃ Παλλήνη γνώριμον. ]
Υ Ὑποκυδεῖς γάρ εἰσιν οἱ τόποι[ Ὑποκυδεῖς γάρ εἰσιν οἱ τόποι: Δείναρχος ἐν τῷ κατὰ Στεφάνου. ὑποκυδής ἐστιν ὁ δίυγρος, ὡς ἐκ τῆς γʹ Κτησίου φανερόν ἐστιν. Εὐφορίων οἷόν θ' εἱαμενῆς ὑποκυδέος. ἐν ἐνίοις μέντοι τῶν ἀντιγράφων παρὰ τῷ ῥήτορι γέγραπται ὑπόκοιλοι. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License