Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Andocides (Andocides) - urn:cts:greekLit:tlg0027.harp001 (On the Mysteries)

Α Ἀνδοκίδου Ἑρμῆς[ Ἀνδοκίδου Ἑρμῆς: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου ἔπειτα τὸν Ἑρμῆν τὸν Ἀνδοκίδου καλούμενον οὐκ Ἀνδοκίδου, ἀλλ' Αἰγηΐδος φυλῆς εἶναι ἀνάθημα. καὶ αὐτὸς Ἀνδοκίδης ἐν τῷ περὶ τῶν μυστηρίων ὅτι τῆς Αἰγηΐδος εἴη τὸ ἀνάθημα εἴρηκεν, ὥστε ὁ Δοῦρις αὐτοσχεδιάζει Ἀνδοκίδου αὐτὸ εἶναι λέγων. ]
Ε Ἐπεσκήψατο[ Ἐπεσκήψατο: ἀντὶ τοῦ ἐνεκάλεσε ψευδομαρτυριῶν. λέγεται δὲ ἐνίοτε κατὰ τὸ σπάνιον καὶ ἐπὶ τοῦ ἐγκαλέσαι φόνου, ὡς Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. τῷ δὲ ἐνεργητικῷ τῷ ἐπέσκηψεν ἀντὶ τοῦ ἐνετείλατο Ἰσαῖος κέχρηται ἐν τῇ ὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαιρέσει. τὸ δὲ ἐπισκήπτω ἀντὶ τοῦ μετά τινος ἐπιθειασμοῦ λέγω καὶ οἷον ἐξορκίζω Ἀνδοκίδης τε ἐν τῷ περὶ τῶν μυστηρίων καὶ Λυσίας ἐν τῷ ὑπὲρ Κτησιάρχου εἰρήκασιν. ]
Ε Ἑταιρεία[ Ἑταιρεία: ἰδίως ἐπὶ τῆς ἑταιρήσεως τοὔνομα τέταχεν Ἀνδοκίδης ἐν τῇ περὶ τῶν μυστηρίων ἀπολογίᾳ. ]
Ζ Ζητητής[ Ζητητής: ἀρχή τις Ἀθήνησι κατὰ καιροὺς καθισταμένη, εἴ ποτε τοὺς ἀδικοῦντάς τι δημοσίᾳ δέοι ζητεῖν· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ περὶ ἐνδείξεως. οὗτος δὲ ὁ ῥήτωρ καὶ ζητητής ποτε ἐγένετο, ὥς φησι Λυσίας καὶ Ἰσοκράτης καὶ Πλάτων ὁ κωμικὸς Πρέσβεσιν. ]
Θ Θημακεύς[ Θημακεύς: Ἀνδοκίδης ἐν τῷ περὶ μυστηρίων. δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηΐδος Θημακὸς, ὥς φησι Διόδωρος ὁ περιηγητὴς ἐν τῷ περὶ τῶν δήμων. ]
Λ Λογισταὶ καὶ λογιστήρια[ Λογισταὶ καὶ λογιστήρια: ἀρχή τις παρ' Ἀθηναίοις οὕτω καλουμένη· εἰσὶ δὲ τὸν ἀριθμὸν δέκα, οἳ τὰς εὐθύνας τῶν διῳκημένων ἐκλογίζονται ἐν ἡμέραις τριάκοντα, ὅταν τὰς ἀρχὰς ἀποθῶνται οἱ ἄρχοντες· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. διείλεκται περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, ἔνθα δείκνυται ὅτι διαφέρουσι τῶν εὐθύνων. μέμνηνται τῆς ἀρχῆς καὶ οἱ κωμικοί· Εὔπολις Πόλεσιν ἄνδρες λογισταὶ τῶν ὑπευθύνων χορῶν. λογιστήρια δ' ἐστὶ τὰ τῶν λογιστῶν ἀρχεῖα, ὡς Δείναρχος ἐν τῷ κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ περὶ τῶν μυστηρίων δηλοῦσιν. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License