Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Isocrates (Isocrates) - urn:cts:greekLit:tlg0010.harp002

Α Ἀγωνίαν[ Ἀγωνίαν: τὸ ἀγωνίζεσθαι Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. ]
Ε Ἐννεάκρουνον[ Ἐννεάκρουνον: [ Λυσίας] Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. κρήνη τις ἐν Ἀθήναις· πρότερον δ' ἐκαλεῖτο Καλλιρρόη. ]
Ζ Ζεῦξις[ Ζεῦξις: Ἰσοκράτης περὶ τῆς ἀντιδόσεως. ἄριστος τῶν κατ' ἐκεῖνον τὸν χρόνον ζωγράφων. ]
Ι Ἴων[ Ἴων: Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. Ἴωνος τοῦ τῆς τραγῳδίας ποιητοῦ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ, ὃς ἦν Χῖος μὲν γένος, υἱὸς δὲ Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἔγραψε δὲ μέλη πολλὰ καὶ τραγῳδίας καὶ φιλόσοφόν τι σύγγραμμα τὸν Τριαγμὸν ἐπιγραφόμενον, ὅπερ Καλλίμαχος ἀντιλέγεσθαί φησιν ὡς Ἐπιγένους· ἐν ἐνίοις δὲ καὶ πληθυντικῶς ἐπιγράφεται Τριαγμοί, καθὰ Δημήτριος Σκήψιος καὶ Ἀπολλωνίδης Νικαεύς. ἀναγράφουσι δὲ ἐν αὐτῷ τάδε ἀρχὴ ἥδε μοι τοῦ λόγου. πάντα τρία καὶ πλέον οὐδὲν οὐδὲ ἔλασσον. τούτων τῶν τριῶν ἑνὸς ἑκάστου ἀρετὴ τριὰς, σύνεσις καὶ κράτος καὶ τύχη. ]
Κ Κοροπλάθος[ Κοροπλάθος: Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. τοὺς ἐκ πηλοῦ ἢ κηροῦ ἤ τινος τοιαύτης ὕλης πλάττοντας κόρας ἢ κόρους οὕτως ὠνόμαζον. ]
Ο Ὀνήτωρ[ Ὀνήτωρ: Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. πρὸς τοῦτον ἂν εἶεν οἱ γεγραμμένοι Δημοσθένει περὶ [+] τῆς [+] ἐξούλης [+] λόγοι [+]. ὅτι δὲ τῶν χορηγησάντων ἦν Ἡλιόδωρος περὶ τῶν Ἀθήνησι τριπόδων. ]
Π Παραγραφή[ Παραγραφή: οὐ μόνον ἐπὶ τοῦ κοινοῦ καὶ γνωρίμου τίθεται παρὰ τοῖς ῥήτορσιν, ἀλλ' ἰδίως Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεώς φησιν λέγε ἀρξάμενος ἀπὸ τῆς παραγραφῆς, ὅπερ ἐστὶν ἀπὸ τῆς γραμμῆς ἣν μέχρι νῦν παράγραφον καλοῦμεν· καὶ ἔστι τὸ λεγόμενον, ἀφ' οὗ παρέγραψα· τοῦτο δ' ἂν εἴη, ἀφ' οὗ παρεθέμην. ὁ δ' Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους [+] οὐδὲ μέχρι παραγραφῆς φησὶν ἀντὶ τοῦ οὐδὲ μέχρι τινὸς ὡρισμένου χρόνου καὶ παραγεγραμμένου, ὅ ἐστι περιγεγραμμένου. ]
Π Παρράσιος[ Παρράσιος: Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. ὅτι μὲν ζωγράφος Παρράσιος παντὶ δῆλον· Ἰόβας δὲ ἐν ηʹ περὶ ζωγράφων διεξέρχεται τὰ περὶ τὸν ἄνδρα, φησὶ δ' αὐτὸν εἶναι υἱὸν καὶ μαθητὴν Εὐήνορος, Ἐφέσιον δὲ τὸ γένος. ]
Π Περίστατοι[ Περίστατοι: Ἰσοκράτης περὶ τῆς ἀντιδόσεως θαυματοποιίαις ταῖς οὐδὲν ὠφελούσαις, ὑπὸ δὲ τῶν ἀνοήτων περιστάτοις γινομέναις ἀντὶ τοῦ περὶ ἃς κύκλῳ ἵστανται οἱ θεώμενοι. τὸ ὄνομα καὶ ἐν Ἀρχιδάμῳ ἐστὶ καὶ παρ' Εὐπόλιδι ἐν Κόλαξιν. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License