Asclepiades) - urn:cts:greekLit:lagl0584.suda003| eta | 450 | [ | Ἡραΐσκος· ὅτι τὴν μὲν φύσιν θεοειδέστερος ἦν Ἡραΐσκος, ὁ δὲ τὴν Αἰγυπτίων σοφίαν δαημονέστερος, ὁ Ἀσκληπιάδης, ἅτε τοσοῦτον χρόνον οὗτος μὲν τῇ Αἰγυπτίων προσδιατρίβων, ἐκεῖνος δὲ ἀποδημῶν· ὁ δ’ ἕτερος ὅμως τῆς τοῦ ἑτέρου κατὰ πολὺ ἐλείπετο φύσεως ἢ ἐπιστήμης. ὁ μὲν δὴ Ἡραΐσκος αὐτοφυὴς ἐγένετο διαγνώμων τῶν τε ζώντων καὶ τῶν μὴ ζώντων ἱερῶν ἀγαλμάτων. εὐθὺς γὰρ ἐμβλέπων ἐτιτρώσκετο τὴν καρδίαν ὑπὸ τοῦ θειασμοῦ καὶ ἀνεπήδα τό τε σῶμα καὶ τὴν ψυχήν, ὥσπερ ὑπὸ τοῦ θεοῦ κατάσχετος. εἰ δὲ μὴ κινοῖτο τοιοῦτον, ἄψυχον ἦν ἐκεῖνο τὸ ἄγαλμα καὶ ἄμοιρον θείας ἐπιπνοίας. οὕτω διέγνω τὸ ἄρρητον ἄγαλμα τοῦ Αἰῶνος ὑπὸ τοῦ θεοῦ κατεχόμενον, ὃν Ἀλεξανδρεῖς ἐτίμησαν, Ὄσιριν ὄντα καὶ Ἄδωνιν ὁμοῦ κατὰ μυστικὴν ὡς ἀληθῶς φάναι θεοκρασίαν. ἐνῆν δὲ τοῦ Ἡραΐσκου τῇ φύσει καί τι τοὺς μολυσμοὺς τῆς φύσεως ἀναινόμενον. εἰ γοῦν αἴσθοιτο φθεγγομένης ὅπως δὴ καὶ ὅθεν γυναικὸς ἀκαθάρτου τινός, ἤλγει παραχρῆμα τὴν κεφαλήν· καὶ τοῦτο σημεῖον ἐποιεῖτο τῆς ἀφεδρείας. οὕτω μὲν ζῶντι συνῆν ἀεί τι θεοειδές· ἀποθανόντι δέ, ἐπειδὴ τὰ νομιζόμενα τοῖς ἱερεῦσιν ὁ Ἀσκληπιάδης ἀποδιδόναι παρεσκευάζετο τά τε ἄλλα καὶ τὰς Ὀσίριδος ἐπὶ τῷ σώματι περιβολάς, αὐτίκα φωτὶ κατελάμπετο πανταχῇ τῶν σινδόνων ἀπόρρητα διαγράμματα, καὶ περὶ αὐτὰ καθεωρᾶτο φασμάτων εἴδη θεοπρεπῆ ἐπιδεικνύντων τὴν ψυχὴν ἐναργῶς, ποίοις ἄρα θεοῖς γεγόνει συνέστιος. ἦν δὲ αὐτοῦ καὶ ἡ πρώτη γένεσις τῷ ὄντι μυστική. λέγεται γὰρ κατελθεῖν ἀπὸ τῆς μητρὸς ἐπὶ τοῖς χείλεσιν ἔχων τὸν κατασιγάζοντα δάκτυλον, οἷον Αἰγύπτιοι μυθολογοῦσι γενέσθαι τὸν Ὦρον καὶ πρὸ τοῦ Ὤρου τὸν Ἥλιον. τοιγαροῦν ἐπεί οἱ συνεπεφύκει τοῖς χείλεσιν ὁ δάκτυλος, ἐδεήθη τομῆς, καὶ διέμεινεν ἀεὶ τὸ χεῖλος ὑποτετμημένον ἰδεῖν ἅπασι φανερὸν τὸ σημεῖον τῆς ἀπορρήτου γενέσεως. ὅθεν αὐτῷ καὶ ὁ βίος ἐς τοῦτο προῆλθεν, ἐν ἀδύτοις ἑκάστοτε καὶ τελεστήριον ἐνδιαιτᾶσθαι τὴν ψυχήν, οὔτι κατ’ Αἴγυπτον μόνην κινοῦντι τὰς πατρίους τελετάς, ἀλλὰ καὶ τῆς ἀλλοδαπῆς, εἴπου τι κατελέλειπτο τῶν τοιούτων. καὶ ἐγεγόνει ὁ Ἡραΐσκος Βάκχος, ὡς ὄνειρος αὐτὸν κατεμήνυσεν. ὁ δὲ Ἀσκληπιάδης ἐπιπλεῖον ἐν τοῖς Αἰγυπτίοις βιβλίοις ἀνατραφεὶς ἀκριβέστερος ἦν ἀμφὶ θεολογίαν τὴν πάτριον, ἀρχάς τε αὐτῆς καὶ μέσα διεσκεμμένος καὶ τὴν ἀπειρίαν ἀτεχνῶς τῶν ἐσχάτων περάτων πολυπραγμονήσας, ὡς ἔξεστιν εἰδέναι σαφῶς ἀπό τε τῶν ὕμνων, ὧν συγγέγραφεν εἰς τοὺς Αἰγυπτίων θεούς, καὶ ἀπὸ τῆς πραγματείας, ἣν ὥρμησε γράφειν, περιέχουσαν τῶν θεολογιῶν ἁπασῶν τὴν συμφωνίαν. καὶ συγγραφὴν δὲ ἔγραψεν Αἰγυπτίων ὠγυγίων πράγματα περιέχουσαν οὐκ ἐλαττόνων ἐτῶν ἢ τριῶν μυριάδων, ἀλλὰ πλειόνων ὀλίγῳ. ὁ δὲ Ἡραΐσκος οὐ μόνον ἀγαθὸς ἦν καὶ ἤπιος, ἀλλ’ εἶχέ τι καὶ πρὸς τὴν πονηρίαν θυμούμενος καὶ πρὸς τὰς ἐπιβουλὰς τῶν ἀνθρώπων ἀνδριζόμενος, οὐδαμοῦ δὲ παρεκβαίνων τὸ μέτρον τῆς δικαιοσύνης. ὅ τε γὰρ Ἀμμώνιος καὶ Ἐρύθριος ὁ Αἰγύπτιος διεμάχοντο πρὸς ἀλλήλους ἐν Βυζαντίῳ, καὶ διετέλει προωθῶν ἀεὶ ὁ ἕτερος τὸν ἕτερον εἰς τοὺς ἐσχάτους κινδύνους. ζήτει περὶ Ἡραΐσκου ἐν τῷ Γέσιος. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: