Acacius of Constantinople) - urn:cts:greekLit:tlg2763Constantinople (Wikidata) (Pleiades)
Eastern Orthodox priest (Wikidata)
| alpha | 783 | [ | Ἀκάκιος· ὁ πατριάρχης Κωνσταντινουπόλεως, αἰδέσιμος ἦν ὡς οὐκ ἄλλος τις. ὀρφανοτρόφος γὰρ γεγονὼς καὶ καλῶς τὰ τῶν ὀρφανῶν διοικῶν πᾶσιν ἐφαίνετο καθ’ ἡδονήν. καὶ δὴ καὶ τῷ βασιλεῖ Λέοντι συνήθης γεγονὼς ὑπερφυῶς ἤρεσκε καὶ τούτῳ πρώτῳ ἀεὶ πάντα ἀνεκοινοῦτο τά τε κοινὰ καὶ τὰ ἴδια. καὶ ὅτε τὴν βουλὴν ἤθροιζε, συνεκάλει καὶ τοῦτον καὶ τῆς σκέψεως ἀρχὴν ἐξ αὐτοῦ πάσης ἐτίθετο. ὃς Ἀκάκιος τὴν τοῦ Λέοντος τοῦ Μακέλλη ὠμότητα συνιδὼν πρὸς τούς τι λυπήσαντας καὶ τὸ ἦθος ἀκριβῶς τὸ ἐκείνου φωράσας, ὅτι τοῖς ἐπαινοῦσι μόνον ὑπάρχει εὐάλωτον, ἐπετήδευε πάντα τὰ ἐκείνου θαυμάζειν. τοιγαροῦν πειθήνιον αὐτὸν εἶχεν ἑτοίμως τόν τε θυμὸν αὐτοῦ ῥᾳδίως κατέστελλε καὶ πολλοῖς προσκεκρουκόσι τὴν σωτηρίαν ἐπραγματεύετο καὶ τοὺς ἐξορίαν ἀΐδιον ἔχοντας ἀνεκαλεῖτο πρὸς τὴν πατρίδα. οὗτος μετὰ θάνατον Γενναδίου, πατριάρχου Κωνσταντινουπόλεως, σπουδῇ Ζήνωνος ἱερᾶσθαι προεβλήθη. ὃς ὢν ἀρχικὸς καὶ πάσας τὰς ἐκκλησίας ὑφ’ ἑαυτὸν ποιήσας πεφροντισμένως τῶν ἐν αὐταῖς κεκληρωμένων ἐποιεῖτο τὴν κηδεμονίαν, οἳ εὐχαριστοῦντες ἐν γραφαῖς ἀνέθηκαν αὐτὸν κατὰ τοὺς εὐκτηρίους οἴκους. ἐπείπερ οὖν ἀθρόον ἐν πάσαις ταῖς ἐκκλησίαις ἐδείχθησαν αὐτοῦ εἰκόνες, ᾠήθησάν τινες κενοδοξοῦντα τὴν ἀνάθεσιν προστεταχέναι οὐ μικρὰν ἔχοντες τῆς ὑπονοίας πίστωσιν, τὴν ἐκ ψηφίδων γραφὴν δημιουργηθεῖσαν ἐν τῇ πρὸς τῷ νεωρίῳ ἐκκλησίᾳ. τοῦ γὰρ ἔργου παντὸς ἐπὶ Γενναδίου τελεσθέντος εἰς τὸν ἐπιφανῆ τόπον ἐξετύπωσαν αὐτὸν τοῦ νεῶ καὶ μεταξὺ τοῦδε τὸν Σωτῆρα λέγοντα τῷ Γενναδίῳ, λῦσον τὸν ναὸν τοῦτον, καὶ ἐπὶ τοῦ, μετά σε ἐγερῶ αὐτόν. ἐκ τῶν τοιούτων οὖν εἰκόνων Ἀκάκιος, εἰ καὶ εὐμετάδοτος ἦν καὶ προστατικὸς, ἀλλὰ δοξομανὴς πᾶσιν ἔδοξεν ὑπάρχειν. ζήτει περὶ τοῦτον ἐν τῷ Βασιλίσκος. | ] |
| lambda | 267 | [ | Λέων, βασιλεὺς Ῥωμαίων, ὁ Μακέλλης· ὃς ἔδοξε τῶν πρὸ αὐτοῦ βασιλέων ἁπάντων εὐτυχέστατος εἶναι καὶ φοβερὸς ἅπασι τοῖς τε ὑπ’ ἐκείνου τὴν βασιλείαν τελοῦσι καὶ τῶν βαρβάρων αὐτῶν, ὅσοις εἰς φήμην ἀφίκετο. καὶ ταύτην μὲν τοῖς πολλοῖς καταλέλοιπε δόξαν. ἐγὼ δέ, φησὶ Μάλχος, εὐτυχίαν οὐκ οἶμαι, εἴ τις τῶν ἀρχομένων τὰ ὄντα διασυλῶν καὶ μισθούμενος ἀεὶ συκοφάντας ἐς τοῦτο καὶ κατηγορῶν αὐτός, ὅτε μὴ ἄλλον ἀνηύρισκε, καὶ τὸν χρυσὸν ἐξ ἁπάσης τῆς γῆς συλλεξάμενος, ἑαυτῷ μόνῳ κατάθοιτο, ἐρήμους μὲν τὰς πόλεις ἧσπερ ἔμπροσθεν εἶχον εὐπορίας ποιήσας, ὡς μηκέτι τοὺς φόρους, οὓς ἐτέλουν, δύνασθαι μετ’ εὐχερείας ἀπενεγκεῖν. καὶ ἁπλῶς πάσης κακίας ἀπισχυρίζεται ὁ Μάλχος γενέσθαι αὐτὸν καταγώγιον. ὅς γε καὶ Ὑπερέχιον τὸν γραμματικὸν ἐφυγάδευσε καί ποτε καὶ τῷ Εὐλογίῳ τῷ φιλοσόφῳ σιτηρέσιον εἰπὼν δοθῆναι, τινὸς τῶν εὐνούχων λέγοντος, ὅτι ταῦτα εἰς στρατιώτας προσήκοι δαπανᾶσθαι, εἶπεν· εἴθε γένοιτο ἐπὶ τοῦ ἐμοῦ χρόνου, ὥστε τὰ τῶν στρατιωτῶν εἰς διδασκάλους παρέχεσθαι. ἐπὶ τῶν χρόνων αὐτοῦ Ἀκάκιος ἐγένετο πατριάρχης. ζήτει καὶ περὶ δαπάνης αὐτοῦ ἐν τῷ κεχειρικότες. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: