Cleomenes III) - urn:cts:greekLit:tlg2411Alexandria (Wikidata) (Pleiades)
ruler (Wikidata)
| kappa | 1723 | [ | Κλεομένης [+]· οὗτός ἐστιν ὁ Πτολεμαίῳ τῷ Φιλοπάτορι ἐπιβουλὴν τεκτηνάμενος· ὃς κακῶς μετήλλαξε τὸν βίον, ἀνὴρ γενόμενος καὶ πρὸς τὰς ὁμιλίας ἐπιδέξιος καὶ πρὸς πραγμάτων οἰκονομίαν εὐφυὴς καὶ συλλήβδην ἡγεμονικὸς καὶ βασιλικὸς τῇ φύσει. ἔστι περὶ τούτου ἐν τῷ ἄνευ ξύλου μὴ βαδίζειν. | ] |
| phi | 409 | [ | Φιλοποίμην, Ἀχαιῶν ἱππάρχης· ὃς ἦν ἐξ ἀνδρῶν τῶν ἐπιφανεστάτων ἐν Ἀρκαδίᾳ· ὃς πρῶτα μὲν ἔφυ καλῶς, τραφεὶς καὶ παιδευθεὶς ὑπὸ Κλέανδρον τὸν Μαντινέα, πατρικὸν μὲν αὐτοῖς ξένον ὑπάρχοντα· παραγενόμενος δὲ εἰς ἡλικίαν ἐγένετο ζηλωτὴς Ἐκδήμου καὶ Δημοφάνους, οἳ ἦσαν ἐκ Μεγάλης πόλεως, φεύγοντες δὲ τοὺς τυράννους καὶ συμβιώσαντες Ἀρκεσίλᾳ τῷ φιλοσόφῳ· οἳ συνεπελάβοντο τῆς καταλύσεως Νεοκλέους τοῦ Σικυωνίων τυράννου. ἦν δὲ καὶ περὶ τὸν βίον ἐπιμελὴς καὶ λιτὸς κατὰ τὴν περικοπήν, παρειληφὼς παρὰ τῶν προειρημένων ἀνδρῶν τὰς τοιαύτας δόξας ὡς οὐχ οἷόν τε τῶν κοινῶν προστατεῖν καλῶς τὸν ὀλιγωροῦντα τῶν κατὰ τὸν ἴδιον βίον, οὔτε μὴν ἀποσχέσθαι τῆς πατρίδος, ὅστις πολυτελέστερον ζῇ τῆς κατὰ τὴν ἰδίαν ὕπαρξιν χορηγίας. παραλαβὼν δὲ τοὺς ἱππεῖς παντὶ τρόπῳ κατεφθαρμένους καὶ τὰς ψυχὰς τῶν ἀνδρῶν ἡττημένας οὐ μόνον αὐτοὺς ἑαυτῶν βελτίους, ἀλλὰ καὶ τῶν ὑπεναντίων κρείττους ἐν ὀλίγῳ χρόνῳ κατεσκεύασε, πάντας εἰς ἀληθινὴν ἄσκησιν καὶ ζῆλον ἐπιτευκτικὸν ἐμβιβάσας. τῶν μὲν γὰρ ἄλλων οἱ πλεῖστοι τῶν καθισταμένων ἐπὶ τὴν ἀρχὴν ταύτην, οἱ μὲν διὰ τὴν οἰκείαν ἀδυναμίαν ἐν τοῖς ἱππικοῖς οὐδὲ τοῖς πλησίον τολμῶσιν οὐδένων καθήκειν προστατεῖν, οἱ δὲ τῆς στρατηγίας ὀρεγόμενοι διὰ ταύτης τῆς ἀρχῆς ἐξεριθεύονται τοὺς νέους καὶ παρασκευάζουσιν εὔνους συναγωνιστὰς εἰς τὸ μέλλον, οὐκ ἐπιτιμῶντες τῷ δεομένῳ, δι’ οὗ τρόπου σῴζεται τὰ κοινά, συμπεριστέλλοντες τὰς ἁμαρτίας καὶ μικρᾷ χάριτι μεγάλα βλάπτοντες τοὺς πιστεύοντας. εἰ δέ ποτε καὶ γένοιντο τῶν ἀρχόντων τινὲς τῇ τε κατὰ σῶμα χρείᾳ δυνατοὶ πρός τε τὸ τῶν κοινῶν ἀπέχεσθαι πρόθυμοι, πλείω κακὰ τῶν ὀλιγωρούντων διὰ τὴν κακοζηλίαν ἀπεργάζονται τοὺς πεζούς, ἔτι δὲ μᾶλλον τοὺς ἱππεῖς. Φιλοποίμενος Ἀρκάδες μάλιστα ἔχουσι μνήμην, γνώμης τε ἕνεκα καὶ ἔργων ὧν ἐτόλμησε. πατὴρ μὲν οὖν ἦν αὐτῷ Κραῦγις, οὐδενὸς Ἀρκάδων τῶν ἐν Μεγάλῃ πόλει τὰ ἐς γένους δόξαν λειπόμενος· οὗ τελευτήσαντος, διδασκάλοις τε ἄλλοις ὡμίλησε καὶ Μεγαλοφάνει τε καὶ Ἐκδήλῳ, τοῖς Ἀρκεσιλάου τοῦ Πιταναίου μαθητοῦ. μέγεθος μὲν δὴ καὶ σώματος ῥώμην ἀπέδει Πελοποννησίων οὐδενός, τὸ δὲ εἶδος ἦν τοῦ προσώπου κακός. καὶ ἐπὶ μὲν τοὺς στεφανίτας ἀγῶνας ὑπερεφρόνησεν ἀσκῆσαι, γῆν δὲ ἣν ἐκέκτητο ἐργαζόμενος οὐδὲ τὰ θηρία ἠμέλει τὰ ἄγρια ἐξαιρεῖν. ἐπελέγετο δὲ καὶ βιβλία σοφῶν τε τῶν εὐδοκίμων παρ’ Ἕλλησι καὶ ὅσα ἐς πολέμων μνήμην καὶ εἴ τι ᾔδει ἔχειν διδασκαλίαν στρατηγημάτων· καταστήσασθαι δὲ τὸν βίον πάντα θέλων γνώμης τῆς Ἐπαμινώνδα καὶ ἔργων εἶναι τῶν ἐκείνου μίμησιν, οὐ πάντα ἦν ἐξισωθῆναι δυνατός· Ἐπαμινώνδᾳ γὰρ τά τε ἄλλα ἡ ψυχὴ καὶ πρᾶος μάλιστα τὰ ἐς ὀργήν, τῷ δὲ Ἀρκάδι μετῆν γε θυμοῦ. καταλαβόντος δὲ Κλεομένους [+] Μεγάλην πόλιν, Φιλοποίμην οὔτε τῆς συμφορᾶς ἐξεπλάγη τὸ ἀπροσδόκητον, καὶ τῶν ἐν ἡλικίᾳ τὰ δύο μάλιστα μέρη καὶ γυναῖκας καὶ παῖδας ἀπέσωσεν ἐς Μεσσήνην. ἐπικηρυκευομένου δὲ Κλεομένους [+], ὡς μεταγινώσκοντος ἐπὶ τῷ τολμήματι καὶ θέλοντος κατάγεσθαι Μεγαλοπολίτας εἰς τὴν ἑαυτῶν, Φιλοποίμην ἔπεισε μεθ’ ὅπλων καὶ οὐ μετὰ σπονδῶν τὴν κάθοδον ποιήσασθαι· γενομένης δὲ πρὸς Κλεομένην [+] μάχης, ὁ Φιλοποίμην ἐν τοῖς ἱππεῦσι ταττόμενος, ὁρῶν τὸ πεζὸν λειπόμενον ὁπλίτης ἑκὼν ἐγένετο καὶ αὐτὸν λόγου ἀξίως κινδυνεύοντα τῶν τις Λακεδαιμονίων δι’ ἀμφοτέρων ἔπειρε τῶν μηρῶν. ὁ δὲ καίτοι οὕτως πεπεδημένος τά τε γόνατα ἐνέκλινε καὶ ἐς τὸ πρόσω χωρεῖν ἐβιάζετο, ὥστε καὶ ὑπὸ τῶν ποδῶν τοῦ κινήματος τὸ δόρυ ἔκλασε· μετὰ δὲ τὴν νίκην ἐς τὸ στρατόπεδον ἀχθέντος ἐνταῦθα ἐξ ἀμφοτέρων αὐτῶν τῶν μηρῶν οἱ ἰατροὶ τῇ μὲν τὸν σαυρωτῆρα ἐξεῖλκον, τῇ δὲ τὴν αἰχμήν. Ἀντίγονος δέ, ὡς εἶδεν αὐτοῦ τὰ τολμήματα, ἔσπευδεν ἀγαγεῖν αὐτὸν ἐς Μακεδονίαν. Φιλοποίμενι δὲ τούτου μὲν οὐδὲν ἐμέλησε· περαιωθεὶς δὲ ἐς Κρήτην μισθοφόρος ἡγεμὼν αὖθις ἐπανῆκεν ἐς Μεγάλην πόλιν καὶ ᾑρέθη ἄρχειν τῶν Ἀχαιῶν. | ] |
| pi | 3039 | [ | Πτολεμαῖος, ὁ Φιλοπάτωρ. οὗτος ἕκαστα τῶν πραγμάτων ὀλιγώρως χειρίζων διὰ τοὺς ἀπρεπεῖς ἔρωτας καὶ τὰς ἀλόγους καὶ συνεχεῖς μέθας εἰκότως ἐν πάνυ βραχεῖ χρόνῳ καὶ τῆς ἀρχῆς ἅμα καὶ τῆς ψυχῆς ἐπιβούλους εὗρε καὶ πλείους, ὧν ἐγένετο Κλεομένης [+] καὶ Θεόδοτος καὶ ἄλλοι πολλοί. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: