Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Plotinus (Plotinus) - urn:cts:greekLit:tlg2000

Places of birth (Wikidata Statement)

Lycopolis (Wikidata)

Asyut (Wikidata)

Place of death (Wikidata Statement)

Minturno (Wikidata)

Occupations (Wikidata Statement)

philosopher (Wikidata)

writer (Wikidata)

alpha 1549[ Ἀμέλιος· Ἀπαμεύς, φιλόσοφος, μαθητὴς Πλωτίνου, διδάσκαλος Πορφυρίου, συγχρονίσας Ἀμμωνίῳ καὶ Ὠριγένει. ]
epsilon 1932[ Ἐπακτόν· ἐπαγόμενον, ξένον, σφοδρόν. ἐπακτὸν τῇ ψυχῇ φησὶ Πλωτῖνος τὴν ἀρετήν· ἐκείνῳ δέ, ὅθεν μιμησαμένην ἔχει, σύμφυτον. ἀλλ’ εἰ μὲν οὗ μεταλαμβάνει ἡ ψυχή, τὸ αὐτὸ ἦν τῷ ἀφ’ οὗ· νῦν δὲ ἕτερον μὲν ἐκεῖνο, ἕτερον δὲ τοῦτο. ]
eta 97[ Ἐκ τῶν Πλωτίνου. Ἡδοναί, λύπαι, θάρρη, φόβοι, ἐπιθυμίαι, ἀποστροφαὶ καὶ τὸ ἀλγεῖν, τίνος ἂν εἶεν; ἢ γὰρ ψυχῆς, ἢ χρωμένης ψυχῆς σώματι ἢ τρίτου τινὸς ἐξ ἀμφοῖν. διχῶς δὲ καὶ τοῦτο. ἢ γὰρ τὸ μῖγμα ἢ ἄλλο τι ἐκ τοῦ μίγματος. Ὅροι ἡδονῆς, αʹ λεία κίνησις, βʹ ἢ γένεσις εἰς φύσιν αἰσθητή, γʹ ἢ ἄλογος διάχυσις, δʹ ἢ ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος, εʹ ἢ τὸ παρακολουθοῦν τέλος ταῖς τελευταίαις ἐνεργείαις. ἐκ τούτων τῶν ὅρων ἰσχύει τις ἀνασκευάζειν καὶ κατασκευάζειν, ὅτι ἀγαθὸν ἡ ἡδονή, καὶ ὅτι μή. Ἡδονὴ δέ ἐστι λεία κίνησις, πόνος δὲ τραχεῖα κίνησις. καὶ τὴν μὲν εὐδοκητὴν πᾶσι ζῴοις, τὸν δὲ ἀποκρουστικόν. ἡδονὴν μέντοι τὴν τοῦ σώματος, ἣν καὶ τέλος εἶναι, οὐ τὴν καταστηματικὴν ἡδονὴν τὴν ἐπ’ ἀναιρέσει ἀλγηδόνων καὶ οἷον ἀοχλησίαν τέλος εἶναι φασί. διαφέρει δὲ τέλος εὐδαιμονίας. τέλος μὲν γὰρ εἶναι τὴν κατὰ μέρος ἡδονήν, εὐδαιμονίαν δὲ τὸ ἐκ τῶν μερικῶν ἡδονῶν σύστημα, αἷς συναριθμοῦνται καὶ αἱ παρῳχηκυῖαι καὶ αἱ μέλλουσαι. εἶναί τε τὴν μερικὴν ἡδονὴν δι’ αὑτὴν αἱρετήν, τὴν δὲ εὐδαιμονίαν οὐ δι’ αὑτήν, ἀλλὰ διὰ τὰς κατὰ μέρος ἡδονάς. Ἡδονὴ δέ ἐστιν ἄλογος ἔπαρσις ἐφ’ αἱρετῷ δοκοῦντι ὑπάρχειν. ὑφ’ ἣν τάττεται κήλησις, ἐπιχαιρεκακία, τέρψις, διάχυσις. κήλησις μὲν οὖν ἐστιν ἡδονὴ δι’ ὤτων κατακηλοῦσα, ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπ’ ἀλλοτρίοις κακοῖς, τέρψις δὲ οἷον τρέψις, προτροπή τις ψυχῆς ἐπὶ τὸ ἀνειμένον· διάχυσις δὲ ἀνάλυσις ἀρετῆς. ἔστι δὲ περὶ ἑκατέρου μέρους τῆς ἀντιφάσεως συλλογισμὸς ἔνδοξος. ὅτι μὲν ἀγαθὸν ἡ ἡδονή, δείκνυσιν ὁ συλλογισμὸς οὗτος· οὗ πάντα ἐφίεται, ἀγαθόν· τῆς ἡδονῆς δὲ πάντα ἐφίεται· ἡ ἡδονὴ ἄρα ἀγαθόν. τὸ δὲ μὴ εἶναι αὐτὴν ἀγαθὸν ὁ τοιοῦτος· τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ· ἡ ἡδονὴ ἀγαθοὺς οὐ ποιεῖ· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. ἡ ἡδονὴ τοίνυν ἐστὶ κίνησις λεία· ἐνέργεια δὲ ἀτελὴς πᾶσα κίνησις· μηδὲν δὲ ἀγαθὸν ἀτελές· ἡ ἡδονὴ ἄρα οὐκ ἀγαθόν. ]
iota 27[ Ἰάμβλιχος ἕτερος, Χαλκίδος τῆς Συρίας, φιλόσοφος, μαθητὴς Πορφυρίου τοῦ φιλοσόφου, τοῦ Πλωτίνου, γεγονὼς κατὰ τοὺς χρόνους Κωνσταντίνου τοῦ βασιλέως. ἔγραψε βιβλία φιλόσοφα διάφορα. ]
kappa 2147[ Κόσμος· τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα. ὃς πλήρωμά ἐστι τῶν εἰδῶν. ἐπεὶ δὲ ἔδει μηδὲν τῶν εἰδῶν φθείρεσθαι, ἵνα μὴ ἀτελὲς ᾖ τὸ πᾶν, ἀδύνατον δὲ ἦν τὰ αὐτὰ μένειν τῷ ἀριθμῷ, γενητά τε ὄντα καὶ φθαρτά, μετέχει καὶ ταῦτα τῆς ἀϊδιότητος ὡς ἠδύνατο, διότι καὶ πάντα ἐφίεται τῆς τοῦ πρώτου ἀϊδιότητος ὡς οἰκείας ἀρχῆς καὶ μετέχει ταύτης ἕκαστον κατὰ τὰ ἑαυτοῦ μέτρα. καὶ τοῦτό ἐστι τὸ σκοπιμώτατον ἔργον τῆς φύσεως, τὸ τῶν φυσικῶν ἕκαστον γεννῆσαι ἄλλο, οἷόν ἐστιν αὐτό. καὶ ἐπειδὴ δεόμεθα γεννήσεως, ἡ δὲ γεννητικὴ δύναμις ἐν ὡρισμένῳ γίνεται μεγέθει, διὰ τοῦτο δεόμεθα τῆς αὐξήσεως. ἐπειδὴ δὲ ἡ αὔξησις διὰ τροφῆς γίνεται, τῆς θρεπτικῆς πάλιν δεόμεθα δυνάμεως. διὰ τοῦτο τοίνυν μετέχομεν τῶν φυσικῶν δυνάμεων καὶ ἡμεῖς καὶ τὰ ἄλογα. ὥστε ὅταν μὲν ἐνεργῶμεν κατὰ τὰς δυνάμεις ταύτας, ὡς φυτὰ ἐνεργοῦμεν, ὅταν δὲ κατὰ θυμὸν καὶ ἐπιθυμίαν, ὡς ἄλογα ζῷα· ὡς ἄνθρωποι δὲ ἐνεργοῦμεν τότε, ὅτε τῷ λόγῳ κεχρήμεθα. διὸ καὶ ἀστείως λίαν ὁ Πλωτῖνος εἶπεν, ὡς ὅσοι ἐμμανῶς κατὰ τὰς θρεπτικὰς δυνάμεις ἐνεργοῦσιν, οὗτοι κινδυνεύουσιν ἀποδενδρωθῆναι. σημαίνει δὲ ὁ κόσμος τέσσαρα· εὐπρέπειαν, τόδε τὸ πᾶν, τὴν τάξιν, τὸ πλῆθος παρὰ τῇ γραφῇ. Αἰλιανός· ἡ δὲ Κλεοπάτρα καὶ ἄλλα εἰργάσατο ἀσεβείας ἐχόμενα, ἅ μοι σιγῶντι κόσμον φέρει. τουτέστιν εὐπρέπειαν. ]
omicron 314[ Ὁμοίωσις διττή, ἡ μέν τις ταὐτόν, ἡ δὲ ἕτερον. ὅτε δὲ λέγει Πλωτῖνος· ὁμοίωσις θεῷ, ἄλλον τρόπον ληπτέον. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License