Panaetius) - urn:cts:greekLit:tlg1359Athens (Wikidata)
philosopher (Wikidata)
writer (Wikidata)
| alpha | 3407 | [ | Ἀπολλόδωρος, Ἀσκληπιάδου, γραμματικὸς, εἰς τῶν Παναιτίου τοῦ Ῥοδίου φιλοσόφου καὶ Ἀριστάρχου τοῦ γραμματικοῦ μαθητῶν, Ἀθηναῖος τὸ γένος· ἦρξε δὲ πρῶτος τῶν καλουμένων τρατιάμβων. | ] |
| pi | 184 | [ | Παναίτιος, ὁ νεώτερος, Νικαγόρου, Ῥόδιος, φιλόσοφος Στωϊκός, Διογένους γνώριμος, ὃς καθηγήσατο καὶ Σκηπίωνος τοῦ ἐπικληθέντος Ἀφρικανοῦ μετὰ Πολύβιον Μεγαλοπολίτην. ἐτελεύτησε δ’ ἐν Ἀθήναις. | ] |
| pi | 1888 | [ | Πολέμων, Εὐηγέτου, Ἰλιεύς, κώμης Γλυκείας ὄνομα, Ἀθήνησι δὲ πολιτογραφηθείς· διὸ ἐπεγράφετο Ἑλλαδικός· ὁ κληθεὶς Περιηγητής, ἱστορικός. γέγονε δὲ κατὰ Πτολεμαῖον τὸν Ἐπιφανῆ. κατὰ δὲ Ἀσκληπιάδην τὸν Μυρλεανὸν συνεχρόνισεν Ἀριστοφάνει τῷ γραμματικῷ καὶ διήκουσε καὶ τοῦ Ῥοδίου Παναιτίου. ἔγραψε Περιήγησιν Ἰλίου ἐν βιβλίοις γʹ, Κτίσεις τῶν ἐν Φωκίδι πόλεων καὶ περὶ τῆς πρὸς Ἀθηναίους συγγενείας αὐτῶν, Κτίσεις τῶν ἐν Πόντῳ πόλεων, Περὶ τῶν ἐν Λακεδαίμονι πόλεων· καὶ ἄλλα πλεῖστα· ἐν οἷς καὶ Κοσμικὴν περιήγησιν ἤτοι Γεωγραφίαν. | ] |
| pi | 1941 | [ | Πολύβιος, Λύκου υἱός, ἀπὸ Μεγάλης πόλεως τῆς Ἀρκαδίας, καθηγησάμενος Σκηπίωνος τοῦ Ἀφρικανοῦ, ὅτε καὶ Παναίτιος ὁ φιλόσοφος· γεγονὼς κατὰ Πτολεμαῖον τὸν ἐπικληθέντα Εὐεργέτην. οὗτος ἔγραψε τὴν μακρὰν ἱστορίαν [+] Ῥωμαϊκὴν [+] ἐν βιβλίοις μʹ. ἄρχεται δὲ ἀπὸ τῆς φυγῆς Κλεομένους τοῦ Σπαρτιάτου καὶ τῆς Φιλίππου τοῦ Περσέως υἱοῦ διαδοχῆς τῶν Μακεδόνων, τὰ ἑξῆς ἐπισυνάπτων Ῥωμαίων. ἰστέον, ὅτι διαδέχεται τὴν Πολυβίου ἱστορίαν [+] Ποσειδώνιος Ὀλβιοπολίτης, σοφιστής. ἔγραψε δὲ καὶ Στράβων Ἀμασεὺς τὰ μετὰ Πολύβιον [+], ἐν βιβλίοις μγʹ. | ] |
| pi | 2107 | [ | Ποσειδώνιος, Ἀπαμεὺς ἐκ Συρίας ἢ Ῥόδιος, φιλόσοφος Στωϊκός· ἐπεκλήθη Ἀθλητής· σχολὴν δ’ ἔσχεν ἐν Ῥόδῳ, διάδοχος γεγονὼς καὶ μαθητὴς Παναιτίου. ἦλθε δὲ καὶ εἰς Ῥώμην ἐπὶ Μάρκου Μαρκέλλου. ἔγραψε πολλά. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: