Ariston of Chios) - urn:cts:greekLit:tlg1193Athens (Wikidata)
Chios (Wikidata)
philosopher (Wikidata)
writer (Wikidata)
| epsilon | 2898 | [ | Ἐρατοσθένης, Ἀγλαοῦ, οἱ δὲ Ἀμβροσίου· Κυρηναῖος, μαθητὴς φιλοσόφου Ἀρίστωνος Χίου, γραμματικοῦ δὲ Λυσανίου τοῦ Κυρηναίου καὶ Καλλιμάχου τοῦ ποιητοῦ. μετεπέμφθη δὲ ἐξ Ἀθηνῶν ὑπὸ τοῦ τρίτου Πτολεμαίου καὶ διέτριψε μέχρι τοῦ πέμπτου. διὰ δὲ τὸ δευτερεύειν ἐν παντὶ εἴδει παιδείας τοῖς ἄκροις ἐγγίσασι τὰ βήματα ἐπεκλήθη. οἱ δὲ καὶ δεύτερον ἢ νέον Πλάτωνα, ἄλλοι Πένταθλον ἐκάλεσαν. ἐτέχθη δὲ ρκϛʹ ὀλυμπιάδι καὶ ἐτελεύτησεν πʹ ἐτῶν γεγονώς, ἀποσχόμενος τροφῆς διὰ τὸ ἀμβλυώττειν, μαθητὴν ἐπίσημον καταλιπὼν Ἀριστοφάνην τὸν Βυζάντιον· οὗ πάλιν Ἀρίσταρχος μαθητής. μαθηταὶ δὲ αὐτοῦ Μνασέας καὶ Μένανδρος καὶ Ἄριστις. ἔγραψε δὲ φιλόσοφα καὶ ποιήματα καὶ ἱστορίας, Ἀστρονομίαν ἢ Καταστηριγμούς, Περὶ τῶν κατὰ φιλοσοφίαν αἱρέσεων, Περὶ ἀλυπίας, διαλόγους πολλοὺς καὶ γραμματικὰ συχνά. | ] |
| tau | 282 | [ | Τέλος· ὅτι τὸ οὗ ἕνεκα, τουτέστι τὸ τέλος, διττόν· τὸ μὲν οὗ, τὸ δὲ ᾧ· οἷον τῷ οἰκοδόμῳ τέλος ἐστὶ οὗ ἕνεκα, ποιῆσαι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων, ᾧ δὲ ἡμῖν· τὸ γὰρ σκέπασμα ἡμῖν ποιεῖ. ἐσμὲν οὖν ἡμεῖς τοῦ οἰκοδόμου τέλος τὸ ὡς ᾧ. ὡσαύτως δὲ θεωρεῖν ἐστι καὶ ἐπὶ πάντων τῶν φύσει συνεστώτων· οἷον ἡ μὲν ἔφεσις τοῦ θείου, δι’ ἣν ἕκαστον τῶν ἐμψύχων ποιεῖ ἄλλο οἷον αὐτό, τέλος ἐστὶ τὸ οὗ· τούτου γὰρ ἕνεκεν ἡ γένεσις· ἐπειδὴ δὲ τὰ σώματα ὄργανα γίνονται ταῖς ψυχαῖς, αἱ ψυχαί εἰσι τέλη ὡς ᾧ. ἀναλογεῖ οὖν τῷ μὲν τεχνίτῃ τῷ οἰκοδόμῳ ἡ φύσις, τῷ δὲ ἀνθρώπῳ τῷ ἐπιτάττοντι γενέσθαι τὸ σκέπασμα ἡ ψυχή, τῷ σώματι δὲ ἡ οἰκία. οὐ μόνον δὲ ἐπὶ τῶν ζῴων τέλος ἐστὶ διττόν, τό τε οὗ καὶ τὸ ᾧ, ἀλλὰ καὶ ἐπὶ τῶν φυτῶν· καὶ γὰρ ἐν τούτοις ἡ φύσις ὀργανικὸν ποιεῖ τὸ σῶμα πρὸς τὴν χρείαν τῆς ἐν αὐτοῖς ψυχῆς ἀναφερόμενον· ὀργανικὰ γὰρ τὰ τῶν φυτῶν μέρη, ῥίζα, φλοιός, ἐντεριώνη καὶ φύλλα καὶ τὰ τοιαῦτα. ὅτι ἐπὶ μὲν τῶν ἐμψύχων διττὸν τὸ τέλος, ὥσπερ εἴρηται, ἐπὶ δὲ τῶν λοιπῶν οὐκ ἔστιν εὑρεῖν τὸ τέλος διττόν· μέταλλα γὰρ καὶ λίθοι καὶ ἁπλῶς τὰ ἄψυχα προσεχῶς ὑπὸ ψύξεως καὶ θερμότητος γινόμενα, ἐξῃρημένως δὲ ὑπὸ τῆς ὅλης δημιουργίας, ἓν τέλος ἔχει, τὸ οὗ· ἕνεκα γὰρ τῆς κοσμοποιΐας· οὐκέτι μέντοι καὶ τὸ ὡς ᾧ τέλος ἐστὶν ἐν τούτοις· οὐ γάρ εἰσιν ὄργανα τινῶν, οὐδὲ εἰς χρείαν ψυχῶν τινῶν κατασκευάζεται. σημαίνει δὲ τὸ τέλος ἕξ. Ἀρίστων δὲ ὁ Χῖος τέλος ἔφησεν εἶναι, τὸ ἀδιαφόρως ἔχοντα ζῆν πρός τι μεταξὺ ἀρετῆς καὶ κακίας, μηδὲ ἡντινοῦν ἐν αὐτοῖς παραλλαγὴν ἀπολείποντα, ἀλλ’ ἐπίσης ἐπὶ πάντων ἔχοντα. εἶναι γὰρ ὅμοιον τὸν σοφὸν ἀγαθῷ ὑποκριτῇ. διαφέρει δὲ τέλος καὶ ὑποτελίς· τῆς μὲν γὰρ καὶ τοὺς μὴ σοφοὺς στοχάζεσθαι, τοῦ δὲ μόνον τὸν σοφόν. τὰ δὲ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα εἶναι. οἱ δὲ εἶπον τέλος εἶναι τὴν ἐπιστήμην τὸ μετ’ ἐπιστήμης ζῆν, καὶ μὴ τῇ ἀγνοίᾳ διαβεβλημένον. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: