Periander) - urn:cts:greekLit:tlg0629Corinth (Wikidata)
Corinth (Wikidata)
Ancient Corinth (Wikidata) (Pleiades)
philosopher (Wikidata)
writer (Wikidata)
poet (Wikidata)
tyrant (Wikidata)
politician (Wikidata)
urn:cts:greekLit:tlg0629.suda001
urn:cts:greekLit:tlg0629.suda002
urn:cts:greekLit:tlg0629.suda003
| chi | 16 | [ | Χαλεπὰ τὰ καλά· Πιττακὸν ἀποτιθέμενον τὴν ἀρχὴν πρὸς τοὺς θαυμάζοντας εἰπεῖν, χαλεπὸν ἐσθλὸν ἔμμεναι. Σόλωνα δὲ μαλακίαν αὐτοῦ καταγνόντα φάναι, χαλεπὰ τὰ καλά. διὸ καὶ ἑκάτερα παροιμιασθῆναι. Χαλεπὰ τὰ καλά· φασὶ Περίανδρον τὸν Κορίνθιον καταρχὰς μὲν εἶναι δημοτικόν, ὕστερον δὲ τὴν προαίρεσιν μεταβαλόντα, τυραννικὸν γενέσθαι. ὅθεν ἡ παροιμία. οἱ δὲ τὸ χαλεπὰ ἀντὶ τοῦ ἀδύνατα τιθέασιν· ὡς μηδὲ ἐκείνου δυνηθέντος τηρῆσαι τὴν ἑαυτοῦ γνώμην. | ] |
| lambda | 139 | [ | Λάσος, Χαρβίνου, Ἑρμιονεύς, πόλεως τῆς Ἀχαΐας, γεγονὼς κατὰ τὴν νηʹ Ὀλυμπιάδα, ὅτε Δαρεῖος ὁ Ὑστάσπου. τινὲς δὲ τοῦτον συναριθμοῦσι τοῖς ζʹ σοφοῖς, ἀντὶ Περιάνδρου. πρῶτος δὲ οὗτος περὶ μουσικῆς λόγον ἔγραψε καὶ διθύραμβον εἰς ἀγῶνα εἰσήγαγε καὶ τοὺς ἐριστικοὺς εἰσηγήσατο λόγους. | ] |
| pi | 1067 | [ | Περίανδρος, Κυψέλου, Κορίνθιος, τῶν ζʹ σοφῶν, γεγονὼς κατὰ τὴν ληʹ ὀλυμπιάδα. ἔγραψεν ὑποθήκας εἰς τὸν ἀνθρώπειον βίον ἔπη ͵βʹ. οὗτός ἐστι Περίανδρος ὁ διὰ λύπην ἰδίαν ἀποθανών· ὡς καὶ τὸ ἐπ’ αὐτῷ ἐπίγραμμα μαρτυρεῖ, οὕτως ἔχον· μήποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος, ἀλλὰ τέρπεο πᾶσιν ὁμῶς, οἷσι δίδωσι θεός. καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη, οὕνεκεν οὐκ ἔτυχε πρήξιος, ἧς ἔθελεν. | ] |
| pi | 1068 | [ | Περίανδρος, ὁ Κυψέλου υἱός, τοῦ βασιλέως Κορίνθου, τὴν βασιλείαν παρὰ τοῦ πατρὸς κατὰ πρεσβεῖον παραλαμβάνει καὶ ὑπὸ ὠμότητος καὶ βίας ἐξέτρεψεν αὐτὴν εἰς τυραννίδα· καὶ δορυφόρους εἶχε τʹ ἐκώλυσέ τε τοὺς πολίτας δούλους κτᾶσθαι καὶ σχολὴν ἄγειν, ἀεί τινα αὐτοῖς ἔργα ἐξευρίσκων. εἰ δέ τις ἐπὶ τῆς ἀγορᾶς καθέζοιτο, ἐζημίου, δεδιὼς μή τι βουλεύοιντο κατ’ αὐτοῦ. λέγεται δὲ καὶ ἄλλο τοῦτον ἄνομον ἐργάσασθαι, νεκρᾷ τῇ ἑαυτοῦ γυναικὶ μιγέντα ὑπ’ ἔρωτος. ἐστρατεύετο δὲ συνεχῶς καὶ ἦν πολεμικὸς τριήρεις τε ναυπηγησάμενος ἀμφοτέραις ἐχρῆτο ταῖς θαλάτταις. φασὶ δέ τινες αὐτὸν καὶ τῶν ζʹ σοφῶν γεγονέναι· τὸ δὲ οὐκ ἦν. | ] |
| pi | 2249 | [ | Πρεσβεῖον. ὁ δὲ Περίανδρος, ὁ Κυψέλου υἱὸς τοῦ βασιλέως Κορίνθου, τὴν βασιλείαν κατὰ πρεσβεῖον λαμβάνει. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: