Anastasia of Sirmium) - urn:cts:greekLit:lagl0924urn:cts:greekLit:lagl0924.suda001
| chi | 574 | [ | Ἐπιστολὴ Ἀναστασίας τῆς μάρτυρος πρὸς Χρυσόγονον. τῷ ἁγίῳ ὁμολογητῇ Χριστοῦ Χρυσογόνῳ Ἀναστασία χαίρειν. εἰ καὶ μάλιστα ὁ ἐμὸς πατὴρ τὰ εἴδωλα προσεκύνει, ἀλλ’ οὖν ἡ μήτηρ μου Φάνεια, διὰ παντὸς ἐν Χριστιανοῖς οὖσα, ἐξότου με ἐγέννησε, Χριστιανήν με ἐποίησε. μετὰ δὲ τὸν θάνατον αὐτῆς ἐζεύχθην ἀνδρὶ μιαρωτάτῳ, οὗτινος χάριτι θεοῦ τὴν συνάφειαν διέφυγον, δεομένη τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ νυκτός τε καὶ ἡμέρας ῥυσθῆναι ἀπὸ τοῦ μιαροῦ εἰδωλολάτρου ἐκείνου, ὅστις τὴν ἐμὴν περιουσίαν ἑξῆς διαφαίνεται, μετὰ μιαρῶν καὶ εἰδωλολατρῶν ἀνδρῶν ἐξήντλησεν, ἐμὲ δὲ ὡσανεὶ φαρμακὸν καὶ ἱερόσυλον βαρυτάτῃ φυλακῇ παραδέδωκεν, ὥστε με τὴν πρόσκαιρον ἀπολέσαι ζωήν· καὶ οὐδέν μοι παρὲξ τῆς ψυχῆς περιλέλειπται. πλὴν εὔχομαι μετὰ τῆς τοῦ θεοῦ ἐλπίδος ἀποθανεῖν. ὅμως, εἰ καὶ καυχῶμαι ἐν τῇ ὁμολογίᾳ τοῦ Χριστοῦ μου, πάνυ λυποῦμαι, ὅτι τὴν ἐμὴν περιουσίαν, ἣν ηὐχόμην περὶ τοὺς δούλους τοῦ θεοῦ δαπανῆσαι, ὁ μιαρὸς ἐκεῖνος ἄνθρωπος δαιμονολάτραις ἐπιχορηγεῖ· καὶ ἅπερ ἐγὼ ἐπιδοῦναι τοῖς τοῦ θεοῦ δούλοις ηὐχόμην, ταῦτα αἰσχροῖς καὶ ἀνοσίοις ἀνθρώποις ἐπιδίδωσι. καὶ διὰ τοῦτο παρακαλῶ σε, δοῦλε Χριστοῦ τοῦ θεοῦ, ἵνα σπουδαίως ὑπὲρ ἐμοῦ τὸν θεὸν δυσωπήσῃς, ὥστε, εἰ μὲν προγινώσκει ὁ θεός, πιστεῦσαι τὸν ἐμὸν ἄνδρα Πόπλιον εἰς τὸν Χριστόν· εἰ δὲ μή γε, συγχωρῆσαι αὐτὸν ταῖς οἰκείαις ἐναπολέσθαι ἀπάταις, ἐμὲ δὲ ῥύσασθαι ἀπ’ αὐτοῦ. κάλλιον γάρ μοι τὸ ἀποθανεῖν ἢ τὸν υἱὸν τοῦ θεοῦ ἀπαρνήσασθαι καὶ τοῖς πιστεύουσιν εἰς αὐτὸν ἐμποδίσαι. αὐτὸς δὲ ὁ παντοδυνάστης Χριστὸς μαρτυρεῖ, ὅταν ἀπαλλαγήσωμαι τῆς πλάνης ταύτης, τοῖς ἁγίοις προσκαρτερήσω καὶ τὰς ὑπὲρ αὐτῶν φροντίδας, καθάπερ ἠρξάμην, μέχρι παντὸς ἀναδέξομαι. ἔρρωσο, δοῦλε τοῦ θεοῦ, καὶ μέμνησό μου. ὁ δὲ Χρυσόγονος δεξάμενος ἔγραψεν οὕτως. Χρυσόγονος Ἀναστασίᾳ χαίρειν. χειμαζομένῃ σοι ταῖς θυέλλαις τοῦ βίου ὁ ἐπὶ τῶν κυμάτων βαδίσας Χριστὸς βοηθήσοι, ἵνα τὴν τοῦ Διαβόλου δύναμιν τῷ λόγῳ αὐτοῦ καταργήσῃς. μεγαλοφρόνως τοίνυν καὶ ὡσανεὶ ἐν μέσῃ τῇ θαλάσσῃ κειμένη, πίστευσον τῷ Χριστῷ ἐπισκέψασθαί σε· καὶ πρὸς ἑαυτὴν ἐπιστρέψασα ἀναβόησον μετὰ τοῦ προφήτου, εἰπόντος· ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ τὰ ἑξῆς. διπλῆ γὰρ ἡ δύναμις τῆς τοῦ θεοῦ χάριτος ἀποδείκνυται. καὶ γὰρ τὰ πρόσκαιρά σοι περιττεύσει, καὶ προστεθήσεταί σοι τὰ ἐπουράνια. ὁ δὲ θεὸς τοὺς μὴ παρακαλοῦντας αὐτὸν ὑπὲρ ἀγαθῶν ἀποστρέφεται. οὐδὲ γάρ ἐστιν εὐτελὲς τὸ χάρισμα αὐτοῦ. βλέπε, μὴ ταραχθῇς ἐν τούτῳ, ὅτι εὐσεβῶς διαγινομένῃ σοι πρὸς τὸν Χριστὸν συμβαίνει τἀναντία. οὐδὲ γὰρ ἀπατᾷ σε ὁ Χριστός, ἀλλὰ δοκιμάζει σε. οὔτε ἀσφαλής ἐστιν παρὰ τῶν ἀνθρώπων βοήθεια, ὡς σὺ νομίζεις, τῆς γραφῆς λεγούσης· ἐπικατάρατος ἄνθρωπος ὁ ἐλπίζων ἐπ’ ἄνθρωπον, καὶ εὐλογημένος ὁ ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ τὸν θεόν. βλέπε γενναίως καὶ ἀγρύπνως καὶ τρανῶς διάφυγε πᾶσαν ἁμαρτίαν. ταύτην παρὰ τοῦ θεοῦ ζήτησον παραμυθίαν, οὗ τινος τὰς ἐντολὰς φύλαττε. ἤδη γὰρ ὁ τῆς σωτηρίας καιρὸς ἐλεύσεται ἐπί σε, καὶ καθάπερ μετὰ σκοτεινὴν νύκτα τὸ διαυγὲς φῶς τοῦ θεοῦ ἐπιλάμψει σοι, καὶ καθάπερ μετὰ χειμῶνα ἱλαρός σοι καὶ εὔδιος ἐπιγελάσει καιρός, καὶ ὡς πᾶσι τοῖς διὰ τὸν θεὸν θλιβομένοις, παράσχῃ σοι τὴν πρόσκαιρον ὑπομονήν, δι’ ἣν τὸν αἰώνιον ἀπολήψῃ μισθόν. ἔρρωσο ἐν κυρίῳ καὶ εὔχου ὑπὲρ ἐμοῦ. καὶ αὖθις γράφει ἡ αὐτὴ πρὸς τὸν αὐτόν. Χρυσογόνῳ τῷ ὁμολογητῇ τοῦ Χριστοῦ Ἀναστασία χαίρειν. ὅτι τὸ τέλος πάρεστι τῷ σώματί μου, εὔχου ὑπὲρ ἐμοῦ, ἵνα ἐκεῖνός μου ἀποδέξηται τὴν ψυχήν, δι’ ὃν ταύτας τὰς θλίψεις ὑπομένω. πρὸς ταῦτα Χρυσόγονος ἀντέγραψεν οὕτως. τῇ τοῦ θεοῦ δούλῃ Ἀναστασίᾳ Χρυσόγονος. δηλόν ἐστιν, ὅτι τὸ φῶς ἀποκρύπτει τὸ σκότος· οὕτω καὶ μετὰ ἀσθένειαν ἡ σωτηρία ἐπέρχεται, καὶ ἡ ζωὴ μετὰ θάνατον τοῖς ἀξίοις ἐπιδίδοται. τὸ γὰρ αὐτὸ ἔχει τέλος ἥ τε εὐτυχία ἥ τε δυστυχία τῶν ἀνθρωπίνων πραγμάτων, ἵνα μηδὲ οἱ ταπεινοὶ στυγνάζωσι μηδὲ οἱ μεγαλοφρονοῦντες καυχήσωνται. μία γὰρ θάλασσά ἐστιν, ἐν ᾗ τὰ πλοῖα τοῦ ἡμετέρου σώματος διατρέχει, καὶ ὑφ’ ἑνὸς κυβερνήτου εὐθύνεται. ὧν τινων τοίνυν αἱ ναῦς ἰσχύρωνται ταῖς τροπίσιν ὠχυρωμέναι, ἀβλαβεῖς τὸ πέλαγος διατρέχουσιν· αἱ δὲ ἀσθενεῖς καὶ δίχα κυμάτων ἐπ’ αὐτῆς τῆς γαλήνης κινδυνεύουσιν· ἐγγὺς γὰρ ἀπωλείας εἰσὶν αἱ μὴ πρὸς τὸν λιμένα τῆς σωτηρίας σπουδάζουσαι ἐλθεῖν. σὺ δὲ ἀκατάγνωστος τυγχάνουσα τοῦ Χριστοῦ δούλη τὸν σταυρὸν ἐν πάσῃ σου τῇ ψυχῇ διακράτησον καὶ σεαυτὴν πρὸς σωτηρίαν παρασκεύασον, ὥστε μετὰ τῶν μαρτύρων τοῦ Χριστοῦ ἀριθμηθῆναί σε. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: