Cimon) - urn:cts:greekLit:lagl0664Classical Athens (Wikidata) (Pleiades)
Larnaca (Wikidata)
politician (Wikidata)
military personnel (Wikidata)
urn:cts:greekLit:lagl0664.suda001
| alpha | 3563 | [ | Ἀποστρακισθῆναι· αἰτιατικῇ. ἐξορισθῆναι. ἐν ὀστράκοις γὰρ τὸ πρὶν ἐγράφοντο αἱ ἐξορίαι. ὅτι ἀποστρακισθῆναί φασι Κίμωνα τῇ ἀδελφῇ Ἐλπινίκῃ συγκοιμηθέντα ὑπὸ Ἀθηναίων. ἀντὶ τοῦ ἐξορισθῆναι. | ] |
| kappa | 1620 | [ | Κίμων, Μιλτιάδου, ἐπὶ τοὺς σὺν Θεμιστοκλεῖ κατελθόντας βαρβάρους ἐστρατήγησε καὶ πλεύσας εἰς Κύπρον καὶ Παμφυλίαν ἐπολέμησε καὶ ἐπ’ Εὐρυμέδοντι ποταμῷ ναυσὶ καὶ πεζῷ νικᾷ ἐπὶ τῆς αὐτῆς ἡμέρας. οὗτος ἔταξε καὶ τοὺς ὅρους τοῖς βαρβάροις· ἐκτός τε γὰρ Κυανέων καὶ Χελιδονέων καὶ Φασηλίδος( πόλις δὲ αὕτη τῆς Παμφυλίας) ναῦν Μηδικὴν μὴ πλεῖν νόμῳ πολέμου, μηδὲ ἵππου δρόμον ἡμέρας ἐντὸς ἐπὶ θάλατταν καταβαίνειν βασιλέας· αὐτονόμους τε εἶναι τοὺς Ἕλληνας καὶ τοὺς ἐν τῇ Ἀσίᾳ. ἐν Κιτίῳ δὲ τῆς Κύπρου τελευτᾷ. | ] |
| kappa | 1621 | [ | Κίμων, Ἀθηναῖος. οὗτος τῇ ἀδελφῇ Ἐλπινίκῃ συγκοιμηθεὶς διεβλήθη πρὸς τοὺς πολίτας καὶ διὰ τοῦτο ὠστρακίσθη πρὸς τῶν Ἀθηναίων. οὗτος ἔγραψεν Ἱπποσκοπικόν, βιβλίον θαυμάσιον. | ] |
| kappa | 1622 | [ | Κιμώνεια λείψανα. καὶ Κιμώνειον, ἱερὸν τοῦ Κίμωνος. | ] |
| mu | 1067 | [ | Μιλτιάδης, ὁ Κίμωνος, ἥκων ἐκ τῆς Χερρονήσου καὶ ἐκπεφευγὼς διπλόον θάνατον ἐστρατήγεεν Ἀθηναίων. ἅμα μὲν γὰρ οἱ Φοίνικες αὐτὸν οἱ ἐπιδιώξαντες μέχρι Ἴμβρου περὶ πολλοῦ ἐποιεῦντο λαβεῖν τε καὶ ἀναγαγεῖν παρὰ βασιλέα· ἅμα δὲ ἐκφυγόντα τε τούτους καὶ ἀφικόμενον ἐς τὴν ἑωυτοῦ δοκέοντά τε εἶναι ἐν σωτηρίῃ ἤδη, τὸ ἐνθεῦτέν μιν οἱ ἐχθροὶ ὑποδεξάμενοι, ὑπὸ δικαστήριον αὐτὸν ἀγαγόντες ἐδίωξαν τυραννίδος τῆς ἐν Χερρονήσου. ἀποφυγὼν δὲ καὶ τούτους στρατηγὸς οὕτως Ἀθηναίων ἀπεδείχθη, αἱρεθεὶς ὑπὸ τοῦ δήμου. ὁ αὐτὸς Μιλτιάδης ἐπικομπῶν ἔφη, ὡς Τισσαφέρνης εἶπεν, ἦ μὴν ἕως ἄν τι τῶν ἑαυτοῦ λείπηται, ἢν Ἀθηναίοις πιστεύῃ, μὴ ἀποστερήσειν αὐτοὺς τροφῆς καὶ τὰς τῶν Φοινίκων ναῦς κομιεῖν Ἀθηναίοις καὶ οὐ Πελοποννησίοις· πιστεῦσαι δ’ ἂν μόνοις Ἀθηναίοις, εἰ αὐτὸς κατελθὼν αὐτῷ ἀναδέξαιτο. οἱ δὲ ἀκούοντες ταῦτα καὶ ἄλλα πολλὰ στρατηγὸν αὐτὸν εἵλοντο καὶ τὰ πράγματα πάντα ἀνετίθεσαν. | ] |
| omicron | 717 | [ | Ὀστρακισμὸς φυγῆς διαφέρει, ὅτι τῶν μὲν φυγῆς ἁλόντων αἱ οὐσίαι δημεύονται, τῶν δὲ ὀστρακισμῷ ἀποστάντων οὐκ ἀφαιρεῖται τὰ χρήματα ὁ δῆμος· καὶ τοῖς μὲν χρόνος ἐνδείκνυται καὶ τόπος, οἱ δὲ φεύγοντες οὐδέτερον τούτων ἔχουσιν. ὅτι Κίμων τῇ ἀδελφῇ Ἑλπινίκῃ συγκοιμηθεὶς καὶ διαβληθεὶς πρὸς τοὺς πολίτας ἐξωστρακίσθη. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: