Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Aeoles - urn:cts:greekLit:lagl0583

eta 417[ Ἠώς· πρὸ ἡμέρας ὄρθρος. ἐπὶ μὲν τῆς θεᾶς· Ἠὼς δ’ ἐκ λεχέων. ἐπὶ δὲ ὅλης ἡμέρας· ἥδε μοι νῦν ἠὼς ἑνδεκάτη. ἐπὶ δὲ τῆς πρωΐας ἕως ἕκτης ὥρας· ἔσσεται ἦμαρ ἢ ἠὼς ἢ δείλης ἢ μέσον ἦμαρ. λέγεται δὲ ἡμέρα κοινῶς ἠώς, Ἰωνικῶς ἕως, Δωρικῶς ἀώς, Αἰολικῶς ἐκ τούτου αὐὼν καὶ τροπῇ τοῦ υ αἰών. ]
nu 288[ Νείλεως· ὄνομα κύριον· ὁ καὶ Νειλεὺς κοινῶς ἢ Νείλευς Αἰολικῶς· οὗ ἀποικία περιᾴδεται εἰς Ἀσίαν. γίνεται, φασί, παρὰ τὸ νέος καὶ τὸ λεὼς Νεόλεως καὶ κράσει τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον Νείλεως, ὁμοίως τῷ Κλεοσθένης, Κλεισθένης, Πλεοσθένης, Πλεισθένης, δέον, δεῖν, πλέον, πλεῖν ἤ, φασίν, ἀπὸ τοῦ Νηλεὺς Νηλέως γενικῆς γέγονεν ἀναδρομῇ τῆς γενικῆς εἰς εὐθεῖαν καὶ τροπῇ Βοιωτικῇ τοῦ η εἰς τὴν ει δίφθογγον Νείλεως, Αἰολικῶς μετὰ προπαροξυτονήσεως. ]
nu 315[ Νηλιτής· ὁ ἁμαρτωλός. τούτου ἐστὶ καὶ θηλυκὸν αἱ Νηλιτίδες ἐν Ὀδυσσείᾳ· ἐκ τοῦ νηλίτης βαρυτόνου ἀρσενικοῦ. καὶ ἔστι μὲν ἡ ἀπ’ ἀρχῆς δευτέρα, ἤγουν ἡ λι συλλαβὴ ἀναλόγως ἐν τῷ βιβλίῳ τούτῳ διὰ τοῦ ι. οἱ δὲ Τεχνικοὶ διὰ τοῦ η εἰδότες αὐτὸ καὶ ζητοῦντες αἰτίαν, Αἰολικὴν αἰτιῶνται τροπὴν τοῦ ι εἰς η· ὃ πρὸς ἄλλοις καὶ ἐν τῷ ψιμύθιον, καὶ Αἰολικῶς ψημύθιον. λύσις ὀνείρου· νενησμένα κρατῶν δὲ προσδόκα λύπας. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License