Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Atticus (Archbishop Atticus of Constantinople)

theologian

urn:cts:greekLit:lagl0376

alpha 4361[ Ἀττικός, ἐπίσκοπος Κωνσταντινουπόλεως μετὰ Ἀρσάκιον, τὸν ἀπὸ τοῦ Χρυσοστόμου ἐπιτροπεύσαντα, τὸ μὲν γένος ἦν ἐκ Σεβαστείας τῆς Ἀρμενίας· ἐκ νέου δὲ φιλοσοφεῖν ἐπαιδεύθη ὑπὸ μοναχοῦ τῆς Μακεδονίου αἱρέσεως. οἱ δὲ τότε ἐν φιλοσοφίᾳ διαπρέποντες ἀνὰ τὴν Σεβάστειαν ἐκ τῆς Εὐσταθίου διατριβῆς ἦσαν· ὃν ἐπίσκοπον καὶ ἡγεμόνα τῶν ἐνθάδε ἀρίστων μοναχῶν ἔγνωμεν. ἤδη δὲ εἰς ἄνδρας τελῶν πρὸς τὴν καθολικὴν ἐκκλησίαν μετέθετο. φύσει δὲ μᾶλλον ἢ μαθήσει φρόνιμος ὢν ἐγένετο τῶν πρακτέων ἐπήβολος, ἐπιβουλεύειν τε καὶ πρὸς ἐπιβουλὰς ἀντίσχειν ἱκανὸς, τὸ δὲ ἦθος ἐπαγωγὸς ὡς πολλοῖς κεχαρισμένος εἶναι, μέτριος δὲ πρὸς τοὺς ἐπ’ ἐκκλησίας λόγους, ὡς μήτε γραφῆς ἀξίους νομίζεσθαι τοῖς ἀκροαταῖς, μήτε παιδείας παντελῶς ἀμοίρους. ἐμμελὴς γὰρ ὢν, εἴ πῃ καιρὸν ἦγε, τοὺς παῤ Ἕλλησιν εὐδοκιμωτάτους συγγραφέας ἠσκεῖτο· καὶ τῷ δοκεῖν ἰδιώτης εἶναι, περὶ τούτων διαλεγόμενος καὶ τοὺς ἐπιστήμονας πολλάκις ἐλάνθανεν. ἐλέγετο δὲ πρὸς τοὺς ὁμοδόξους σπουδαῖος εἶναι, τοῖς δὲ ἑτεροδόξοις φοβερός· καὶ ῥᾳδίως μὲν αὐτοῖς, ἡνίκα βούλοιτο, θέος ἐμποιεῖν, αὖθις δὲ μεταβαλλόμενος πρᾶος φαίνεσθαι. καὶ τοῦτον μὲν τοιόνδε γενέσθαι φασίν. οὗτος ὁ Ἀττικὸς μετὰ τὸ πεπαιδεῦσθαι εὐλαβής τε καὶ φρόνιμος ἦν· διὸ καὶ τὰς ἐκκλησίας ἐπ αὐτοῦ συνέβη εἰς μέγα ἐπιδοῦναι. οὐ γὰρ μόνον τοὺς οἰκείους τῆς πίστεως συνεκρότει, ἀλλὰ καὶ τοὺς αἱρεσιώτας τῇ φρονήσει κατέπληττε· καὶ σκύλλειν μὲν αὐτοὺς οὐδαμῶς ᾑρεῖτο, φοβῶν δὲ πάλιν ἐπράϋνεν. ἀλλὰ μὴν οὔτε λόγων ἠμέλει, ἐπόνει γὰρ περὶ τὰ τῶν παλαιῶν ἀναγνώσματα, διανυκτερεύων ἐν αὐτοῖς· διὸ καὶ οὐκ ἐξεφωνεῖτο παρὰ τῶν φιλοσόφων σοφιστῶν. ἦν δὲ τοῖς ἐντυγχάνουσι χαρίεις καὶ ἐπαγωγὸς, καὶ τοῖς λυπουμένοις συνεστύγναζε, καὶ κατὰ τὸν Ἀπόστολον, τοῖς πᾶσι τὰ πάντα ἐγίνετο. καὶ πρεσβύτης μὲν ὢν ἐκμαθὼν οὓς καὶ ἐπόνει λόγους ἐπ’ ἐκκλησίας ἐδίδασκε· μετὰ δὲ ταῦτα σὺν τῇ φιλοπονίᾳ καὶ παρρησίαν κτησάμενος ἐξ αὐτοσχεδίου καὶ πανηγυρικώτατα ἐδίδασκε καὶ χαίρειν τῇ γραμματικῇ φράσας ἐπὶ τὸν ἀσκητικὸν ἐτράπη βίον. οὐ μὴν τοιοῦτοι ἦσαν οἱ λόγοι ὡς παρὰ τῶν ἀκροατῶν σπουδάζεσθαι ἢ γραφῇ παραδίδοσθαι. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License