Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Severus discipulus Libanii (Severus of Alexandria) - urn:cts:greekLit:tlg4239

Occupation (Wikidata Statement)

rhetorician (Wikidata)

sigma 182[ Σεβῆρος, σοφιστής· Ῥωμαῖος. οὗτος εἰς Ἀραβίαν ἐκ τῆς Συρίας καὶ ἐς τὴν Παλαιστίνην ἦλθε καὶ εἰς τὴν Αἴγυπτον τὴν ἄνω διὰ τοῦ Νείλου ἀνέπλευσε καὶ εἶδε πᾶσαν αὐτὴν πλὴν βραχέων· οὐ γὰρ ἠδυνήθη πρὸς τὰ τῆς Αἰθιοπίας μεθόρια διὰ λοιμώδη νόσον ἐσβαλεῖν. καὶ ἐπολυπραγμόνησε πάντα, καὶ τὰ πάνυ κεκρυμμένα· ἦν γὰρ οἷος μηδὲν μήτ’ ἀνθρώπειον μήτε θεῖον ἀδιερεύνητον ἐᾶν. κἀκ τούτου τά τε βιβλία πάντα τὰ ἀπόρρητόν τι ἔχοντα, ὅσα γε καὶ εὑρεῖν ἠδυνήθη, ἐκ πάντων τῶν ἀδύτων ἀνεῖλε καὶ τὸ τοῦ Ἀλεξάνδρου μνημεῖον συνέκλεισεν, ἵνα μηδεὶς ἔτι μήτε τὸ τούτου σῶμα ἴδῃ μήτε τὰ ἐν ἐκείνοις γεγραμμένα ἀναλέξηται. οὗτος τὸ γένος ἦν Λίβυς, ἐς πραγμάτων διοίκησιν γενναῖος ἅμα καὶ θυμοειδής, σκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθισμένος πόνοις τε ἀνέχων ῥᾷστα, νοῆσαί τε ταχὺς καὶ τὸ νοηθὲν ἐπιτελέσαι ὀξύς. οὗτος μετὰ τὸ εἰσελθεῖν εἰς τὰ βασίλεια τῶν Ἀλβίνου φίλων ἐπὶ τῆς συγκλήτου κατηγόρει γράμματά τε αὐτῶν καὶ ἐλέγχους προσέφερεν, ἄλλας τε ἄλλοις ἐπιφέρων αἰτίας πάντας τοὺς ἐξέχοντας τότε τῆς συγκλήτου καὶ τῶν κατὰ ἔθνη πλούτῳ τε καὶ γένει ὑπερέχοντας διέφθειρε. πάνυ δὲ ἦν αὐτῷ καὶ τὸ φιλόχρυσον, ὡς ὑπερβάλλειν τὰ πλεονεκτήματα τῆς ἀνδρείας. ὁ Σεβῆρος οὗτος ἐπὶ Ἀνθεμίου βασιλέως ἦν· ἐν Ἀλεξανδρείᾳ δὲ ἀφικόμενος τὸν ἀπράγμονα βίον ἔζη φιλοσοφῶν, ἐν βιβλίοις ἀφθόνοις οὖσιν αὐτῷ καὶ παντοδαποῖς. εἴπερ δέ τις ἕτερος ἱκανὸς ἦν ἐπαγαγέσθαι τοὺς ἐπὶ παιδείᾳ διενέγκοντας ὡς ἑαυτὸν ἰέναι πολλάκις· ἐπιεικής τε..... ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License