Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Gennadius I (Gennadius of Constantinople)

Scriptor Ecclesiasticus

urn:cts:greekLit:tlg2762

alpha 783[ Ἀκάκιος· ὁ πατριάρχης Κωνσταντινουπόλεως, αἰδέσιμος ἦν ὡς οὐκ ἄλλος τις. ὀρφανοτρόφος γὰρ γεγονὼς καὶ καλῶς τὰ τῶν ὀρφανῶν διοικῶν πᾶσιν ἐφαίνετο καθ’ ἡδονήν. καὶ δὴ καὶ τῷ βασιλεῖ Λέοντι συνήθης γεγονὼς ὑπερφυῶς ἤρεσκε καὶ τούτῳ πρώτῳ ἀεὶ πάντα ἀνεκοινοῦτο τά τε κοινὰ καὶ τὰ ἴδια. καὶ ὅτε τὴν βουλὴν ἤθροιζε, συνεκάλει καὶ τοῦτον καὶ τῆς σκέψεως ἀρχὴν ἐξ αὐτοῦ πάσης ἐτίθετο. ὃς Ἀκάκιος τὴν τοῦ Λέοντος τοῦ Μακέλλη ὠμότητα συνιδὼν πρὸς τούς τι λυπήσαντας καὶ τὸ ἦθος ἀκριβῶς τὸ ἐκείνου φωράσας, ὅτι τοῖς ἐπαινοῦσι μόνον ὑπάρχει εὐάλωτον, ἐπετήδευε πάντα τὰ ἐκείνου θαυμάζειν. τοιγαροῦν πειθήνιον αὐτὸν εἶχεν ἑτοίμως τόν τε θυμὸν αὐτοῦ ῥᾳδίως κατέστελλε καὶ πολλοῖς προσκεκρουκόσι τὴν σωτηρίαν ἐπραγματεύετο καὶ τοὺς ἐξορίαν ἀΐδιον ἔχοντας ἀνεκαλεῖτο πρὸς τὴν πατρίδα. οὗτος μετὰ θάνατον Γενναδίου, πατριάρχου Κωνσταντινουπόλεως, σπουδῇ Ζήνωνος ἱερᾶσθαι προεβλήθη. ὃς ὢν ἀρχικὸς καὶ πάσας τὰς ἐκκλησίας ὑφ’ ἑαυτὸν ποιήσας πεφροντισμένως τῶν ἐν αὐταῖς κεκληρωμένων ἐποιεῖτο τὴν κηδεμονίαν, οἳ εὐχαριστοῦντες ἐν γραφαῖς ἀνέθηκαν αὐτὸν κατὰ τοὺς εὐκτηρίους οἴκους. ἐπείπερ οὖν ἀθρόον ἐν πάσαις ταῖς ἐκκλησίαις ἐδείχθησαν αὐτοῦ εἰκόνες, ᾠήθησάν τινες κενοδοξοῦντα τὴν ἀνάθεσιν προστεταχέναι οὐ μικρὰν ἔχοντες τῆς ὑπονοίας πίστωσιν, τὴν ἐκ ψηφίδων γραφὴν δημιουργηθεῖσαν ἐν τῇ πρὸς τῷ νεωρίῳ ἐκκλησίᾳ. τοῦ γὰρ ἔργου παντὸς ἐπὶ Γενναδίου τελεσθέντος εἰς τὸν ἐπιφανῆ τόπον ἐξετύπωσαν αὐτὸν τοῦ νεῶ καὶ μεταξὺ τοῦδε τὸν Σωτῆρα λέγοντα τῷ Γενναδίῳ, λῦσον τὸν ναὸν τοῦτον, καὶ ἐπὶ τοῦ, μετά σε ἐγερῶ αὐτόν. ἐκ τῶν τοιούτων οὖν εἰκόνων Ἀκάκιος, εἰ καὶ εὐμετάδοτος ἦν καὶ προστατικὸς, ἀλλὰ δοξομανὴς πᾶσιν ἔδοξεν ὑπάρχειν. ζήτει περὶ τοῦτον ἐν τῷ Βασιλίσκος. ]
gamma 124[ Γεννάδιος, πατριάρχης Κωνσταντινουπόλεως, νύκτωρ εἰσελθὼν εἰς τὸ ἅγιον θυσιαστήριον προσεύξασθαι εἶδέ τι φάσμα δαιμόνιον καὶ ἤκουσε κράζοντος, ὡς αὐτοῦ μὲν ζῶντος ἐνδίδωσιν, ὕστερον δὲ κρατήσει πάντως τῆς ἐκκλησίας. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License