Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Calliphon et Democedes (Democedes) - urn:cts:greekLit:tlg2218

Place of birth (Wikidata Statement)

Crotone (Wikidata)

Place of death (Wikidata Statement)

Crotone (Wikidata)

Occupation (Wikidata Statement)

physician (Wikidata)

alpha 4375[ Ἄττοσα, ἡ Κύρου μὲν θυγάτηρ, Δαρείου δὲ γυνὴ, ἰατρεύθη ἐντέχνως ὑπὸ Δημοκήδου ἰατροῦ. καὶ ζήτει ἐν τῷ Δημοκήδης. ]
delta 74[ Δαρεῖος· ὅτι Ἀλέξανδρος ὁ τῶν Μακεδόνων πρὸς Δαρεῖον τὸν Περσῶν βασιλέα συνάψας πόλεμον, τοῦτον κατὰ κράτος νικᾷ. καὶ αἰτεῖται εἰς διαλλαγὴν ἐλθεῖν καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸς γάμου κοινωνίαν. ὅτι αὐτὸς Δαρεῖος ὑπὸ τοῦ ἰδίου σατράπου ἀναιρεῖται, Βέσσος ὄνομα· καὶ προσάγει τὴν κεφαλὴν Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ζήτει περὶ τούτου ἐν τῷ Ἀλέξανδρος, καὶ ζήτει ἐν τῷ Δημοκήδης. ζήτει παράνω ἐν τῷ Δαρεικούς. ]
delta 442[ Δημοκήδης, Καλλιφῶντος, ἱερέως ἐν Κνίδῳ γενομένου Ἀσκληπιοῦ, Κροτωνιάτης, ἰατρός· ὃς ἐν Αἰγίνῃ ἰάτρευσέ τε καὶ ἔγημε καὶ Πολυκράτην τὸν Σάμου τύραννον ἰάτρευσεν ἐπὶ χρυσίου ταλάντοις δύο· καὶ ὑπὸ Δαρείου τοῦ Πέρσου μετεπέμφθη καὶ συνεγένετο αὐτῷ χρόνον ἱκανόν. ἔγραψεν ἰατρικὸν βιβλίον. ὅτι Δαρεῖος ὁ βασιλεὺς ἐν ἄγρῃ θηρῶν ἀποθρώσκων ἀπὸ ἵππου ἐστράφη τὸν πόδα καί κως ἰσχυροτέρως· ὁ γάρ οἱ ἀστράγαλος ἐξεχώρησεν ἐκ τῶν ἄρθρων. νομίζων δὲ καὶ πρότερον περὶ ἑωυτὸν ἔχειν τοὺς δοκέοντας Αἰγυπτίων εἶναι πρώτους τὴν ἰατρικὴν τούτοισιν ἐχρῆτο. οἱ δὲ στρεβλοῦντες καὶ βιώμενοι τὸν πόδα κακὸν μεῖζον ἐργάζοντο. ἐφ’ ἑπτὰ μὲν δὴ ἡμέρας καὶ ἑπτὰ νύκτας ὑπὸ τοῦ παρεόντος κακοῦ ὁ Δαρεῖος ἀγρυπνίησιν εἴχετο· τῇ δὲ δὴ ὀγδόῃ ἡμέρῃ ἔχοντί οἱ φλαύρως παρακούσας τις πρότερον ἔτι ἐν Σάρδισι τοῦ Κροτωνιήτεω Δημοκήδεος τὴν τέχνην ἀγγέλλει τῷ Δαρείῳ· ὁ δὲ ἄγειν μιν τὴν ταχίστην παρ’ ἑωυτὸν ἐκέλευε. τὸν δὲ ὡς ἐξεῦρον ἐν τοῖσιν Ὀροίτεω ἀνδραπόδοισιν ὅκου δὴ ἀπημελημένον, παρῆγον εἰς μέσον πέδας τε ἕλκοντα καὶ ῥάκεσιν ἐσθημένον. σταθέντα δὲ ἐς μέσον ἠρώτα ὁ Δαρεῖος, τὴν τέχνην εἰ ἐπίσταιτο. ὁ δὲ οὐκ ἀπεδέκετο, ὀρρωδέων μὴ ἑωυτὸν ἐκφήνας τοπαράπαν τῆς Ἑλλάδος ᾖ ἀπεστερημένος. κατεφάνη τε τῷ Δαρείῳ τεχνάζειν ἐπιστάμενος· καὶ τοὺς ἀγαγόντας αὐτὸν ἐκέλευσε μάστιγάς τε καὶ κέντρα παραφέρειν εἰς τὸ μέσον. ὁ δὲ ἐν ἑωυτῷ δὴ ὦν ἐκφαίνει, φάς, ἀτρεκέως μὲν οὐκ ἐπίστασθαι, ὁμιλήσας δὲ ἰητρῷ φλαύρως ἔχειν τὴν τέχνην. μετὰ δέ, ὡς ἐπέτρεψεν, Ἑλληνικοῖσι ἰήμασι χρεώμενος καὶ ἠπιάματα τὰ ἰσχυρὰ προσάγων ὕπνου τε μεταλαγχάνειν ἐποίεε καὶ ἐν χρόνῳ ὀλίγῳ ὑγιέα μιν ὄντα ἀπέδεξεν, οὐδαμὰ ἔτι ἐλπίζοντα ἀρτίπουν ἔσεσθαι. οὕτω φησὶν Ἡρόδοτος ὁ λογοποιός. ὅτι καὶ Ἄτοσσα, ἡ Κύρου μὲν θυγάτηρ, Δαρείου δὲ γυνή, ἐπὶ τοῦ μαστοῦ ἔσχε φῦμα, μετὰ δὲ ἐκραγὲν ἐνέμετο πρόσω. ὅσον μὲν δὴ χρόνον ἦν ἔλασσον, ἡ δὲ κρύπτουσα καὶ αἰσχυνομένη ἔφραζεν οὐδενί, ἐπείτε δὲ ἐν κακῷ ἦν, μετεπέμψατο τὸν Δημοκήδην καί οἱ ἐπέδειξεν. ὁ δὲ φὰς ὑγιέα ποιήσειν ἐξορκοῖ μιν ἦ μέν οἱ ἀντυπουργήσειν ἐκείνην τοῦτο, ὃ ἂν αὐτῆς δεηθῇ· δεήσεσθαι δὲ οὐδενὸς τῶν ὅσα ἐς αἰσχύνην φέρει. καὶ ᾐτήσατο τὴν εἰς Ἑλλάδα ἄφιξιν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License