Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Alexander Aphrodisiensis (Alexandros of Aphrodisias) - urn:cts:greekLit:tlg0732

Place of birth (Wikidata Statement)

Aphrodisias (Wikidata) (Pleiades)

Occupation (Wikidata Statement)

philosopher (Wikidata)

alpha 1128[ Ἀλέξανδρος Αἰγαῖος· φιλόσοφος Περιπατητικός, διδάσκαλος Νέρωνος τοῦ βασιλέως, ἅμα Χαιρήμονι τῷ φιλοσόφῳ. υἱὸν δὲ ἔσχε Καίλινον ὄνομα. οὗτος ἐκάλει τὸν Νέρωνα πηλὸν αἵματι πεφυρμένον. κακῶν μαθητῶν, ὡς οἶμαι, κακίονες οἱ διδάσκαλοι· διδακτὴ γὰρ ἀρετὴ καὶ κακία ἀσκητή. ἔστι δὲ καὶ ἕτερος Ἀλέξανδρος Ἀφροδισιεύς, φιλόσοφος. καὶ ἄλλος, ὁ Νουμηνίου, σοφιστής. καὶ ἄλλος, Κλαύδιος χρηματίσας, σοφιστής. καὶ ἕτερος, ὁ Κασίλωνος, σοφιστής, ἀδελφὸς Εὐσεβίου τοῦ σοφιστοῦ, μαθητὴς δὲ Ἰουλιανοῦ. καὶ ἄλλος Ἀλέξανδρος, Ἀλεξάνδρου, δικηγόρου, Κίλιξ, Σελευκεύς, σοφιστής, ὃς ἐπεκλήθη Πηλοπλάτων. ]
delta 930[ Διεξοδικούς· περὶ διαλεκτικῆς φησιν ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος, ὅτι διαφέρει ἡ διαλεκτικὴ τῆς ῥητορικῆς τῷ τὴν διαλεκτικὴν περὶ πᾶσαν ὕλην τῇ δυνάμει χρῆσθαι καὶ μὴ διεξοδικοὺς ποιεῖσθαι τοὺς λόγους, ἀλλ’ ἐν ἐρωτήσει τε καὶ ἀποκρίσει( ἀπὸ γὰρ τούτου καὶ ὅλον τὸ ὄνομα αὐτῇ) , καὶ καθολικωτέρας καὶ κοινοτέρας τὰς ἀποφάσεις ποιεῖσθαι, τὴν δὲ ῥητορικὴν μήτε περὶ πᾶσαν ὕλην ὁμοίαν εἶναι τῇ διαλεκτικῇ( περὶ γὰρ τὴν πολιτικὴν μᾶλλον ὁ ῥήτωρ) , καὶ διεξοδικῶς γε ὡς ἐπὶ τὸ πλεῖστον χρῆσθαι λόγῳ καὶ περὶ τῶν καθέκαστα μᾶλλον λέγειν πρὸς περιστάσεις καὶ τύχας καὶ καιροὺς καὶ τὰ πρόσωπα καὶ τοὺς τόπους καὶ τὰ τοιαῦτα τοὺς λόγους σχηματίζει, ἅπερ ἐν τοῖς καθέκαστά ἐστι· περὶ τοιούτων γὰρ αἵ τε συμβουλαὶ καὶ τὰ ἐγκώμια καὶ αἱ δίκαι. Διεξοδικοὺς οὖν ἀντὶ τοῦ πλατυτέρους, καθολικωτέρους. Διεξῳδηκὸς δὲ τὸ διωγκωμένον. ]
eta 685[ Ἠχώ· ὅτι γίνεται ἡ ἠχὼ κατὰ ἀντανάκλασιν τὴν ἀπὸ τῶν ἀντιτύπων καὶ λείων σωμάτων, μάλιστα δὲ κοίλων, τοῦ πληγέντος ὑπὸ τῆς φωνῆς ἀέρος. ὁ γὰρ διαλεγόμενος ὠθεῖ μὲν σχεδὸν πάντα τὸν πέριξ ἀέρα, μάλιστα δὲ τὸν ἔμπροσθεν· διὸ μᾶλλον ἀκούομεν πρὸς ἡμᾶς ὁρῶντος τοῦ διαλεγομένου ἢ ἀπεστραμμένου. οὗτος δὴ ὁ ἔμπροσθεν ἀὴρ ὠθούμενος, ὅταν ἐνεχθῇ ἐπί τι ἀντίτυπον ἔχον κοιλότητα, οἷά ἐστι τὰ ἄντρα, συνεχὴς ὢν καὶ ἀδιασκέδαστος μείνας διὰ τὸ περιέχεσθαι ὑπὸ τοῦ κοιλώματος, προσπεσὼν αὐτῷ ἀντιτύπῳ ὄντι σώματι ὠθεῖται εἰς τὸ ἔμπαλιν, ὥσπερ ἡ ῥιπτομένη κατὰ τοῦ τείχου σφαῖρα, καὶ οὕτω χωρεῖ ἐπὶ τὸν πλήξαντα, ἐνεργοῦντος δηλονότι τοῦ ἀέρος δι’ ἀμφότερα κατὰ τὴν διηχῆ αὐτοῦ δύναμιν. οὐ μόνον γὰρ διὰ τὸ μὴ συγχωρεῖσθαι ὑπὸ τοῦ κοίλου τόπου διασκεδασθῆναι, οἷος ἠνέχθη ὑπὸ τῆς ἀντιτυπίας τοῦ σκληροῦ σώματος εἰς τοὐναντίον ἀπωθεῖται, ἀλλ’ ὅτι καὶ τῷ κοίλῳ τούτῳ, ᾧ προσπίπτει, οὐ κενῷ ὄντι προσπίπτει, ἀλλ’ ἀέρος πλήρει, ὥσπερ ἀὴρ συνεχής ἐστι καὶ ἡνωμένος διὰ τὸ περιέχον. τοῦτον οὖν ὑπὸ τοῦ φωνήσαντος πληγεὶς ὁ ἀὴρ καὶ ψόφων διελὼν τῇ φορᾷ καὶ κωλυθεὶς ὑπ’ αὐτοῦ, συνεχοῦς ὄντος καὶ ἡνωμένου, διασκεδασθῆναι προσπταίει τῷ σκληρῷ σώματι, καὶ μὴ δυνάμενος πρόσω χωρῆσαι ἀντανακλᾶται εἰς τοὐπίσω μετὰ τῆς οἰκείας ἐνεργείας, λέγω δὴ τοῦ ψόφου, καὶ οὕτω συμβαίνει παλινδρομεῖν τὸν ψόφον. Ἀλέξανδρος δὲ ἑτέρως φησίν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License