Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Pittacus Mytilenensis (Pittacus of Mytilene) - urn:cts:greekLit:tlg0631

Place of birth (Wikidata Statement)

Mytilene (Wikidata)

Place of death (Wikidata Statement)

(Wikidata)

Significant Place (Wikidata Statement)

(Wikidata)

Occupations (Wikidata Statement)

(Wikidata)

(Wikidata)

(Wikidata)

Works

urn:cts:greekLit:tlg0631.suda001
urn:cts:greekLit:tlg0631.suda002
urn:cts:greekLit:tlg0631.suda003

pi 1658[ Πιττάκειον· μετουσιαστικῶς. τὸ τοῦ Πιττακοῦ. καὶ Σίμων φησί· ἄνδρ’ ἀγαθὸν ἀλαθέα γενέσθαι χαλεπόν, τὸ Πιττάκειον. εἴρηκε γὰρ ὁ Πιττακός· χαλεπὸν ἐσθλὸν ἔμμεναι. ]
pi 1659[ Πιττακός, Μιτυληναῖος, υἱὸς Καϊκοῦ ἢ Ὑρραδίου Θρᾳκός, μητρὸς δὲ Λεσβίας. οὗτος γέγονε κατὰ τὴν λβʹ ὀλυμπιάδα, εἷς καὶ αὐτὸς τῶν ζʹ σοφῶν. ἔγραψε νόμους καὶ τῇ μβʹ ὀλυμπιάδι Μέλαγχρον τὸν τύραννον Μιτυλήνης ἀνεῖλε καὶ Φρύνωνα στρατηγὸν Ἀθηναίων πολεμοῦντα ὑπὲρ τοῦ Σιγείου μονομαχῶν ἀπέκτεινε, δικτύῳ περιβαλὼν αὐτόν. γηραιὸς δὲ ἀναγκαζόμενος στρατηγεῖν ἔφη· ὡς χαλεπὸν ἐσθλὸν ἔμμεναι. τούτου ἀπόφθεγμα, καιρὸν γνῶθι. ἐποίησε δὲ καὶ ἐλεγεῖα ἔπη χʹ, καὶ ὑπὲρ νόμων καταλογάδην. ]
sigma 107[ Σαπφώ, Σίμωνος, οἱ δὲ Εὐμήνου, οἱ δὲ Ἠεριγύου, οἱ δὲ Ἐκρύτου, οἱ δὲ Σήμου, οἱ δὲ Κάμωνος, οἱ δὲ Ἐτάρχου, οἱ δὲ Σκαμανδρωνύμου· μητρὸς δὲ Κλειδός· Λεσβία ἐξ Ἐρεσσοῦ, λυρική, γεγονυῖα κατὰ τὴν μβʹ Ὀλυμπιάδα, ὅτε καὶ Ἀλκαῖος ἦν καὶ Στησίχορος καὶ Πιττακός. ἦσαν δὲ αὐτῇ καὶ ἀδελφοὶ τρεῖς, Λάριχος, Χάραξος, Εὐρύγιος. ἐγαμήθη δὲ ἀνδρὶ Κερκύλᾳ πλουσιωτάτῳ, ὁρμωμένῳ ἀπὸ Ἄνδρου, καὶ θυγατέρα ἐποιήσατο ἐξ αὐτοῦ, ἣ Κλεὶς ὠνομάσθη. ἑταῖραι δὲ αὐτῆς καὶ φίλαι γεγόνασι τρεῖς, Ἀτθίς, Τελεσίππα, Μεγάρα· πρὸς ἃς καὶ διαβολὴν ἔσχεν αἰσχρᾶς φιλίας. μαθήτριαι δὲ αὐτῆς Ἀναγόρα Μιλησία, Γογγύλα Κολοφωνία, Εὐνείκα Σαλαμινία. ἔγραψε δὲ μελῶν λυρικῶν βιβλία θʹ. καὶ πρώτη πλῆκτρον εὗρεν. ἔγραψε δὲ καὶ ἐπιγράμματα καὶ ἐλεγεῖα καὶ ἰάμβους καὶ μονῳδίας. ]
sigma 118[ Σαράπους· οὕτως ἐκάλει Ἀλκαῖος Πιττακὸν τὸν φιλόσοφον διὰ τὸ πλατύπουν εἶναι καὶ σύρειν τὼ πόδε· χειροπόδην δὲ διὰ τὰς ἐν τοῖς ποσὶ ῥαγάδας, ἃς χειράδας ἐκάλουν· γαύρικά τε, ὡς εἰκῆ γαυριῶντα· φύσκωνα δὲ καὶ γάστρωνα, διότι παχὺς ἦν· ἀλλὰ μὴν καὶ Ζοφοδορπίδα, ὡς ἄλυχνον· ἀγασύραστον δέ, ὡς ἐπισεσυρμένον καὶ ῥυπαρόν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License