Strabo) - urn:cts:greekLit:tlg0099Amasia (Wikidata)
Amasia (Wikidata)
geographer (Wikidata)
historian (Wikidata)
philosopher (Wikidata)
writer (Wikidata)
| lambda | 688 | [ | Λούκουλλος· ὅτι Λούκουλλος, ὁ ὕπατος, Μιθριδάτῃ τῷ τοῦ Πόντου βασιλεῖ ἐπολέμει καὶ προσσχὼν Τρῳάδι καὶ σκηνῶν παρὰ τὸ τῆς Ἀφροδίτης τέμενος ἔδοξε τὴν Ἀφροδίτην νύκτωρ ἐπιστᾶσάν οἱ τόδε εἰπεῖν· τί κνώσσεις, μεγάθυμε λέον; νεβροὶ δέ τοι ἐγγύς. καὶ ὃς ἐξαναστὰς καὶ πυθόμενος ὡς εἴη πλησίον ναυλοχῶν ὁ βασιλικὸς στόλος, ἐπέπλευσεν αὐτῷ καὶ κρατήσας τῇ ναυμαχίᾳ διαφθείρει πάντας καὶ τὸν στρατηγὸν Ἰσίδωρον. ὁ δὲ Μιθριδάτης φεύγει πρὸς Τιγράνην τὸν τῶν Ἀρμενίων βασιλέα. ὁ δὲ Λούκουλλος καὶ πρὸς Τιγράνην ἐξενεγκὼν πόλεμον πόλεις τε εἷλε πλείστας ὅσας καὶ τὰ Τιγρανόκερτα ἐπολιόρκει. ὁ δὲ Τιγράνης ἀπιδὼν ἐς τὸ τῶν Ῥωμαίων καὶ λογισάμενος εὐαρίθμητον εἶναι, τοῦτο δὴ τὸ θρυλλούμενον ἀπεφθέγξατο, ὡς εἰ μὲν πρεσβευταί, πολλοὶ πάρεισιν, εἰ δὲ στρατιῶται, ὀλίγοι. ἀλλ’ ὅμως ἐς πεῖραν ἐλθὼν τῶν Ῥωμαϊκῶν δυνάμεων ἔγνω τὸν ὄχλον οὐδὲν ὠφελεῖν δυνάμενον. Ἀντίοχος γοῦν ὁ φιλόσοφος ταύτης ἐπιμνησθεὶς τῆς μάχης οὐκ ἔφη τοιαύτην ἄλλην ἑωρακέναι τὸν ἥλιον· Στράβων δὲ οὕτως ἀκονιτί φησι τὸν πολὺν ἐκεῖνον ἐργάσασθαι τοὺς Ῥωμαίους φόνον, ὡς μετὰ τὴν πεῖραν καταγελᾶν ἑαυτῶν, ἐπ’ ἀνδράποδα τοιαῦτα ὅπλοις χρησαμένων. καὶ Λίβιος ἔφη τήνδε τὴν μάχην ἐκπληττόμενος, οὐδέποτε γάρ φησι τοσόνδε πολεμίων ἀποδέοντας Ῥωμαίους παρατάξασθαι· εἰκοστὸν γὰρ δὴ μέρος οἱ νικῶντες ἦσαν τῶν ἡττωμένων. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: