| lambda | 685 | [ | Λουκιανὸς ὁ μάρτυς· οὗτος ἐκ Σαμοσατῶν τῆς Συρίας ἦν, ἀνὴρ τῶν εὖ γεγονότων. παρὰ δὲ τὴν πρώτην ἡλικίαν Μακαρίῳ τινι τοὔ νομα συγγενόμενος τὴν Ἔδεσσαν οἰκοῦντι καὶ τὰς ἱερὰς βίβλους ἐξηγουμένῳ, πᾶν ὅ τι κάλλιστον ἔφερε περὶ τοῦτον ἐκεῖνος ἐν οὐ πολλῷ συνέλαβε χρόνῳ. καὶ πρός τε τὸν μοναύλιον ἀπέκλινε βίον καὶ εἰς ἅπαν ἀρετῆς ἀνθρωπείας ἀφίκετο μέτρον. προὔβη δὲ καὶ εἰς ἱερωσύνην, πρεσβύτερος ἐν Ἀντιοχείᾳ γενόμενος, καὶ διδασκαλεῖον μέγα ἐκεῖ συνεστήσατο, ἑκασταχόθεν σπουδαιοτάτων ὡς αὐτὸν ἀλλαχόθεν ἄλλων ἀφικνουμένων. οὗτος τὰς ἱερὰς βίβλους θεασάμενος πολὺ τὸ νόθον εἰσδεξαμένας, τοῦ τε χρόνου λυμηναμένου πολλὰ τῶν ἐν αὐταῖς καὶ τῆς συνεχοῦς ἄφ’ ἑτέρων εἰς ἕτερα μεταθέσεως, καὶ μέντοι καί τινων ἀνθρώπων πονηροτάτων, οἳ τοῦ Ἑλληνισμοῦ προεστήκεσαν, παρατρέψαι τὸν ἐν αὐταῖς θελησάντων νοῦν καὶ πολὺ τὸ κίβδηλον ἐνσκευασαμένων, αὐτὸς ἁπάσας ἀναλαβὼν ἐκ τῆς Ἑβραΐδος αὐτὰς ἐπανενεώσατο γλώττης, ἣν καὶ αὐτὴν ἠκριβωκὼς ἐς τὰ μάλιστα ἦν, πόνον τῇ ἐπανορθώσει πλεῖστον εἰσενεγκάμενος. οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν καθαρότητα τῶν θείων δογμάτων παρὰ τούτῳ τις ἂν μάλιστα τῶν κατ’ ἐκεῖνον τὸν χρόνον γενομένων ἐπ’ ἄκρον εὕροι φυλαττομένην. ἐξέθετο γὰρ καὶ ἐπιστολὰς ἀμέλει γενναιοτάτας, ἐξ ὧν φωράσαι τις ἂν εὖ μάλα ῥᾳδίως, ἣν ὁ ἀνὴρ περὶ τῶν θείων ἔσῳζε γνώμην. ἐμαρτύρησε δὲ ἐπὶ Μαξιμιανοῦ ἐν Νικομηδείᾳ τῆς Βιθυνίας. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: