Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Leo V Armenius (Leo V the Armenian) - urn:cts:greekLit:lagl0673

Place of birth (Wikidata Statement)

Ostikanate of Arminiya (Wikidata)

Place of death (Wikidata Statement)

Constantinople (Wikidata) (Pleiades)

Occupation (Wikidata Statement)

sovereign (Wikidata)

kappa 2286[ Κωνσταντῖνος, βασιλεὺς Ῥωμαίων, υἱὸς Λέοντος τοῦ Εἰκονομάχου τοῦ Ἰσαύρου, ἐκ λέοντος ἀνεφύη ποικιλότροπος πάρδαλις, ἐκ σπέρματος ὄφεως ἀσπὶς δεινὴ καὶ ὄφις πετόμενος, ἐκ Δὰν Ἀντίχριστος. οὗτος τὴν πατρῴαν βασιλείαν τε καὶ ἀσέβειαν διαδεξάμενος καὶ ἀσελγείαις καὶ δαιμόνων ἐπικλήσεσι καὶ ἄλλοις πονηροῖς ἐπιτηδεύμασι χαίρων καὶ σχολάζων, ἐξαίρετον ὄργανον καὶ λίαν ἐπιτήδειον τοῦ πατρὸς αὐτοῦ καὶ διδασκάλου γέγονε διαβόλου. καὶ γὰρ εἰς τοσαύτην ἀπόνοιαν καὶ παραπληξίαν ἐξώκειλεν, ὡς καὶ θεσμὸν ἐπὶ λαοῦ καθολικὸν ἐκθέσθαι, μὴ λέγεσθαί τινα τῶν θεραπόντων κυρίου τοπαράπαν ἅγιον, ἀλλὰ καὶ τὰ λείψανα τούτων εὑρισκόμενα διαπτύεσθαι καὶ μηδὲ πρεσβείαν αὐτῶν ἐξαιτεῖν· οὐδὲν γὰρ ἰσχύουσιν. εἶτα προσθεὶς ὁ παμβέβηλος λέγει, μηδὲ τῆς Μαρίας ἐπικαλείσθω τις πρεσβείαν· οὐ γὰρ δύναται βοηθεῖν τινι· μηδ’ αὖ πάλιν θεοτόκος αὕτη ὀνομαζέσθω. καὶ δὴ λαβὼν ἐν χειρὶ βαλάντιον πλῆρες χρυσίου καὶ ὑποδείξας αὐτὸ πᾶσιν ἤρετο, τίνος ἄξιόν ἐστι, τῶν δὲ πολλοῦ εἰπόντων, κενώσας τὸ χρυσίον πάλιν ἤρετο, τίνος ἐστὶν ἄξιον· καὶ λέγουσιν οὐδενός. οὕτως, ἔφη, καὶ ἡ Μαρία· οὐ γὰρ θεοτόκον ὀνομάζεσθαι ὁ ἄθεος ἠξίου. ἕως μὲν γὰρ εἶχε τὸν Χριστὸν ἐν αὐτῇ, τετιμημένη ὑπῆρχεν· ἀφ’ οὗ δὲ τοῦτον ἀπέτεκεν, οὐδὲν τῶν λοιπῶν γυναικῶν διενήνοχε. φεῦ τῆς τολμηρᾶς δυσφημίας τοῦ Σαρακηνοπίστου καὶ Ἰουδαιόφρονος. τὴν γὰρ Ἀφροδίτην ἐτίμα καὶ ἀνθρωποθυσίας ἀνέφερε πέραν τῆς πόλεως, ἔνθα τῆς ἁγίας Μαύρας ναός· ὅνπερ ἐκδαφίσας καὶ φονευτήριον ποιήσας Μαύραν ὠνόμασε τὸν τόπον, ἐν ᾧ καὶ νύκτωρ ἐπετέλει θυσίας καὶ παῖδας κατέσφαττε. καὶ μαρτυρεῖ τὸ πρὸς θυσίαν σφαγιασθὲν Σουφλαμίου παιδάριον, ὅπερ ἐν παραβύστῳ θύσαντος αὐτοῦ, τοῦτο ὁ θεὸς ἔκδηλον ἐποίησεν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License