Erythraean Sibyl) - urn:cts:greekLit:lagl0589Erythrae (Wikidata) (Pleiades)
urn:cts:greekLit:lagl0589.suda001
urn:cts:greekLit:lagl0589.suda002
urn:cts:greekLit:lagl0589.suda003
urn:cts:greekLit:lagl0589.suda004
| eta | 541 | [ | Ἡροφίλα, ἡ καὶ Σίβυλλα Ἐρυθραία, Θεοδώρου θυγάτηρ. ἔγραψε βιβλία γʹ μαντικὰ ἐπικῶς· καὶ ἦλθεν εἰς Ῥώμην ἐν τοῖς χρόνοις τῶν ὑπάτων, ἄλλοι δὲ Ταρκυνίου, δοκοῦσα χρηματισθήσεσθαι δι’ αὐτῶν. ὡς δὲ κατεφρονήθη, τὰς δύο κατέφλεξε βίβλους, ἃς καὶ ἔτυχεν ἐπιφερομένη· περιεσώθη δὲ ἡ λοιπὴ μία, ἥτις καὶ παρὰ τῶν Ῥωμαίων ἐξωνήθη πολλοῦ τιμήματος. | ] |
| iota | 320 | [ | Ἴλιον· ἡ τῆς Φρυγίας πόλις. ὅτε τὰ κατὰ τοὺς Ἀργοναύτας ἐπράχθη, τηνικαῦτα παρ’ Ἕλλησιν ἐχρημάτιζε καὶ Ἐρυθρὰ Σίβυλλα· κατὰ δὲ τὴν Φρυγῶν χώραν Τρώς, ὁ πατὴρ Ἴλου καὶ Γαννυμήδους, ἐβασίλευσε κτίσας τὴν μὲν Τροίαν εἰς ἴδιον ὄνομα, τὸ δὲ Ἴλιον εἰς ὄνομα τοῦ υἱοῦ αὐτοῦ. καὶ πληρώσας τὰς πόλεις πάντας τοὺς τοπάρχας ἐν τοῖς ἐγκαινίοις προετρέψατο δίχα Ταντάλου τοῦ βασιλέως τῆς Θρᾴκης. καὶ μετά τινα χρόνον ἀπέστειλε τὸν υἱὸν αὐτοῦ Γαννυμήδην τὸν ἀγαπώμενον ὑπ’ αὐτοῦ σφόδρα θυσίαν ἀπάγειν καὶ δῶρα τῷ Εὐρωπαίῳ Διῒ ὑπὲρ εὐχαριστίας, δεδωκὼς αὐτῷ ἄνδρας πεντήκοντα. νομίσας οὖν ὁ Τάνταλος ὅτι κατάσκοπος ἐπέμφθη τῆς αὐτοῦ βασιλείας, ἐκράτησεν αὐτὸν πρὶν ἢ καταλαβεῖν τὸ ἱερόν. καὶ μαθὼν τὴν αἰτίαν ἐθεράπευσεν. ὁ δὲ μικρὸν διατρίψας καὶ νόσῳ πιεσθεὶς ἐτελεύτα. λυπηθεὶς δὲ ὁ Τάνταλος αὐτὸν μὲν ἔθηκεν ἐν σορῷ, τοὺς δὲ σὺν αὐτῷ ἀπέστειλεν ἀπαγγελοῦντας τῷ πατρὶ τὸν ἐκείνου θάνατον. οἱ δὲ ποιηταὶ ἁρπαγῆναι τὸν Γαννυμήδην ὑπὸ τοῦ Διὸς ἔγραψαν, τὸ ὀξὺ τοῦ θανάτου μυθολογήσαντες. | ] |
| sigma | 355 | [ | Σίβυλλα, Ἀπόλλωνος καὶ Λαμίας, κατὰ δέ τινας Ἀριστοκράτους καὶ Ὑδάλης, ὡς δὲ ἄλλοι Κριναγόρου, ὡς δὲ Ἕρμιππος Θεοδώρου. Ἐρυθραία, παρὰ τὸ τεχθῆναι ἐν χωρίῳ τῶν Ἐρυθρῶν, ὃ προσηγορεύετο Βάτοι· νῦν δὲ αὐτὸ τὸ χωρίον πολισθὲν Ἐρυθραὶ προσαγορεύονται. τινὲς δὲ αὐτὴν Σικελήν, ἄλλοι Λευκανήν, ἄλλοι Σαρδάνην, ἄλλοι Γεργιθίαν, ἄλλοι δὲ Ῥοδίαν, ἄλλοι Λίβυσσαν, ἄλλοι Σαμίαν ἐδόξασαν. γέγονε δὲ τοῖς χρόνοις τῆς Τρωϊκῆς ἁλώσεως μετὰ υπγʹ ἔτη, καὶ συνετάξατο βιβλία ταῦτα· Περὶ παλμῶν, μέλη, χρησμούς. λέγεται δὲ καὶ τρίγωνον εἶδος λύρας αὐτὴν πρῶτον εὑρεῖν. | ] |
| sigma | 361 | [ | Σίβυλλα Χαλδαία, ἡ καὶ πρός τινων Ἑβραία ὀνομαζομένη, ἡ καὶ Περσίς, ἡ κυρίῳ ὀνόματι καλουμένη Σαμβήθη, ἐκ τοῦ γένους τοῦ μακαριωτάτου Νῶε· ἡ τῶν κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα λεγομένων προειρηκυῖα· ἧς μνημονεύει Νικάνωρ ὁ τὸν Ἀλεξάνδρου [+] βίον ἱστορήσας· ἡ περὶ τοῦ δεσπότου Χριστοῦ μυρία προθεσπίσασα καὶ τῆς αὐτοῦ παρουσίας. ἀλλὰ καὶ αἱ λοιπαὶ συνᾴδουσιν αὐτῇ, πλὴν ὅτι ταύτης εἰσὶ βιβλία κδʹ, περὶ παντὸς ἔθνους καὶ χώρας περιέχοντα. ὅτι δὲ οἱ στίχοι αὐτῆς ἀτελεῖς εὑρίσκονται καὶ ἄμετροι, οὐ τῆς προφήτιδός ἐστιν ἡ αἰτία, ἀλλὰ τῶν ταχυγράφων, οὐ συμφθασάντων τῇ ῥύμῃ τοῦ λόγου ἢ καὶ ἀπαιδεύτων γενομένων καὶ ἀπείρων γραμματικῶν· ἅμα γὰρ τῇ ἐπιπνοίᾳ ἐπέπαυτο ἡ τῶν λεχθέντων μνήμη. καὶ διὰ τοῦτο εὑρίσκονται καὶ οἱ στίχοι ἀτελεῖς καὶ διάνοια σκάζουσα, εἴτε καὶ κατ’ οἰκονομίαν θεοῦ τοῦτο γέγονεν, ὡς μὴ γινώσκοιντο ὑπὸ τῶν πολλῶν καὶ ἀναξίων οἱ χρησμοὶ αὐτῆς. ὅτι Σίβυλλαι γεγόνασιν ἐν διαφόροις τόποις καὶ χρόνοις τὸν ἀριθμὸν δέκα. πρώτη οὖν ἡ Χαλδαία ἡ καὶ Περσίς, ἡ κυρίῳ ὀνόματι καλουμένη Σαμβήθη. δευτέρα ἡ Λίβυσσα. τρίτη Δελφίς, ἡ ἐν Δελφοῖς τεχθεῖσα. τετάρτη Ἰταλική, ἡ ἐν Κιμμερίᾳ τῆς Ἰταλίας. πέμπτη Ἐρυθραία, ἡ περὶ τοῦ Τρωϊκοῦ προειρηκυῖα πολέμου. ἕκτη Σαμία, ἡ κυρίῳ ὀνόματι καλουμένη Φυτώ· περὶ ἧς ἔγραψεν Ἐρατοσθένης. ἑβδόμη ἡ Κυμαία, ἡ καὶ Ἀμαλθία, ἡ καὶ Ἱεροφίλη. ὀγδόη Ἑλλησποντία, τεχθεῖσα ἐν κώμῃ Μαρμισσῷ, περὶ τὴν πολίχνην Γεργίτιον, αἳ τῆς ἐνορίας ποτὲ Τρῳάδος ἐτύγχανον, ἐν καιροῖς Σόλωνος καὶ Κύρου. ἐνάτη Φρυγία. δεκάτη ἡ Τιγουρτία, ὀνόματι Ἀβουναία. φασὶ δὲ ὡς ἡ Κυμαία ἐννέα βιβλία χρησμῶν ἰδίων προσεκόμισε Ταρκυνίῳ Πρίσκῳ τῷ τηνικαῦτα βασιλεύοντι τῶν Ῥωμαίων· καὶ τούτου μὴ προσηκαμένου, ἔκαυσε βιβλία βʹ. ὅτι Σίβυλλα Ῥωμαϊκὴ λέξις ἐστίν, ἑρμηνευομένη προφῆτις, ἤγουν μάντις· ὅθεν ἑνὶ ὀνόματι αἱ θήλειαι μάντιδες ὠνομάσθησαν. Σίβυλλαι τοίνυν, ὡς πολλοὶ ἔγραψαν, γεγόνασιν ἐν διαφόροις τόποις καὶ χρόνοις τὸν ἀριθμὸν ιʹ. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: