Alexander of Aegae) - urn:cts:greekLit:lagl0335philosopher (Wikidata)
| alpha | 1128 | [ | Ἀλέξανδρος Αἰγαῖος· φιλόσοφος Περιπατητικός, διδάσκαλος Νέρωνος τοῦ βασιλέως, ἅμα Χαιρήμονι τῷ φιλοσόφῳ. υἱὸν δὲ ἔσχε Καίλινον ὄνομα. οὗτος ἐκάλει τὸν Νέρωνα πηλὸν αἵματι πεφυρμένον. κακῶν μαθητῶν, ὡς οἶμαι, κακίονες οἱ διδάσκαλοι· διδακτὴ γὰρ ἀρετὴ καὶ κακία ἀσκητή. ἔστι δὲ καὶ ἕτερος Ἀλέξανδρος Ἀφροδισιεύς, φιλόσοφος. καὶ ἄλλος, ὁ Νουμηνίου, σοφιστής. καὶ ἄλλος, Κλαύδιος χρηματίσας, σοφιστής. καὶ ἕτερος, ὁ Κασίλωνος, σοφιστής, ἀδελφὸς Εὐσεβίου τοῦ σοφιστοῦ, μαθητὴς δὲ Ἰουλιανοῦ. καὶ ἄλλος Ἀλέξανδρος, Ἀλεξάνδρου, δικηγόρου, Κίλιξ, Σελευκεύς, σοφιστής, ὃς ἐπεκλήθη Πηλοπλάτων. | ] |
| nu | 254 | [ | Νέρων, βασιλεὺς Ῥωμαίων. οὗτος κραταιουμένης αὐτῷ τῆς βασιλείας ἐς ἀνοσίους πράξεις ἐξώκειλε καὶ ἀλλότρια τῆς βασιλείας ἐπετήδευσε πράγματα, κιθαρίζων καὶ τραγῳδῶν καὶ ὀρχούμενος ἐπὶ τῶν θεάτρων. καὶ πρὸς πάσαις αὐτοῦ ταῖς ἀθεμιτουργίαις καὶ τὸ τῆς θεομαχίας μύσος προσέθηκε, διώκτης πρῶτος γενόμενος τοῦ θείου λόγου. μετὰ δὲ ταῦτα ἀνεῖλε καὶ τὴν μητέρα καὶ ἑαυτόν. ὅτι Νέρων ἔτι νέος ὢν ἐσχόλαζε φιλοσόφοις καὶ τὰ περὶ τοῦ Χριστοῦ κατεμάνθανεν· ἔτι γὰρ ἐνόμιζεν αὐτὸν τοῖς ἀνθρώποις συναναστρέφεσθαι. καὶ μαθών, ὅτι ὑπὸ τῶν Ἰουδαίων ἐσταυρώθη, ἠγανάκτησε καὶ προσέταξεν ἐλθεῖν τοὺς ἱερεῖς Ἄνναν καὶ Καϊάφαν καὶ αὐτὸν Πιλάτον τὸν ἄρχοντα τότε γενόμενον σιδηροδεσμίους. καὶ καθίσας ἐπὶ τῆς συγκλήτου τὰ περὶ αὐτοῦ πεπραγμένα κατεμάνθανεν. οἱ οὖν περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἔλεγον, ὅτι ἡμεῖς τοῖς νόμοις αὐτὸν παρεδώκαμεν καὶ εἰς καθοσίωσιν οὐχ ἡμάρτομεν· ὁ γὰρ ἄρχων ἐξουσίαν ἔχων ὅσα ἠβουλήθη ἔπραξεν. ἀγανακτήσας οὖν ὁ Νέρων Πιλάτον ἐν τῷ δεσμωτηρίῳ ἐνέβαλε, τοὺς δὲ περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἀπέλυσεν. ἤκμαζε δὲ τότε καὶ Σίμων ὁ μάγος. καὶ διαλεγομένων Πέτρου [+] καὶ Σίμωνος παρουσίᾳ Νέρωνος, ἤχθη Πιλάτος ἀπὸ τοῦ δεσμωτηρίου· καὶ παρισταμένων τῶν τριῶν τῷ Νέρωνι, ἐρωτᾷ τὸν Σίμωνα, σὺ εἶ ὁ Χριστός; ὁ δὲ λέγει, ναί. εἶτα ἐρωτᾷ τὸν Πέτρον [+], σὺ εἶ ὁ Χριστός; ὁ δὲ λέγει, οὔ· ἐμοῦ γὰρ παρισταμένου εἰς τὸν οὐρανὸν ἀνελήφθη. ἠρώτησε δὲ καὶ τὸν Πιλάτον, ποῖός ἐστιν ἐκ τούτων ὁ λεγόμενος Χριστός; καὶ εἶπεν, οὐδὲ εἷς· ὁ μὲν γὰρ Πέτρος [+] μαθητὴς αὐτοῦ γέγονε καὶ εἰσηνέχθη παρ’ ἐμοὶ ὡς μαθητὴς αὐτοῦ καὶ ἠρνήσατο αὐτὸν λέγων, οὐκ οἶδα τὸν ἄνθρωπον· καὶ ἀπέλυσα αὐτόν. οὗτος δὲ ὁ Σίμων οὐδαμῶς ἔγνωσταί μοι, οὐδεμίαν δὲ ἔχει ὁμοιότητα πρὸς ἐκεῖνον· ἔστι γὰρ οὗτος καὶ Αἰγύπτιος καὶ ἐμπληθὴς καὶ κατάκομος καὶ μέλας, παντελῶς τῆς ἐκείνου μορφῆς ἀλλότριος. ἀγανακτήσας οὖν ὁ βασιλεὺς κατὰ μὲν τοῦ Σίμωνος ὡς ψευσαμένου καὶ εἰπόντος ἑαυτὸν Χριστόν, κατὰ δὲ τοῦ Πέτρου [+] ὡς ἀρνησαμένου τὸν διδάσκαλον ἐξέβαλεν αὐτοὺς ἀπὸ τοῦ συνεδρίου. τὸν δὲ Πιλάτον τῆς κεφαλῆς ἀπέτεμεν ὡς τηλικοῦτον ἄνθρωπον ἀνελεῖν τολμήσαντα δίχα βασιλικῆς προστάξεως. ὡς δὲ ἐκλήθη ὁ Νέρων πηλὸς αἵματι πεφυρμένος. κεῖται ἐν τῷ Ἀλέξανδρος Αἰγαῖος. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: