Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Dinarchus (Dinarchus) - urn:cts:greekLit:tlg0029.harp019

Β Βουλαία[ Βουλαία: Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους ἐνδείξει μαρτύρομαι τὴν Ἑστίαν τὴν βουλαίαν, οἷον τὴν ἐν τῇ βουλῇ ἱδρυμένην. ]
Δ Διάμετρον[ Διάμετρον: τὸ ἐλλεῖπον ἀπὸ τοῦ δικαίως μετρηθέντος· Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. ]
Η Ἡμίεκτον καὶ ἡμιμέδιμνον[ Ἡμίεκτον καὶ ἡμιμέδιμνον: Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τοῦ μεδίμνου ἔχοντος χοίνικας μηʹ, τὸ χωροῦν κδʹ χοίνικας ἡμιμέδιμνόν ἐστιν, ἡμίεκτον δὲ τὸ χωροῦν δʹ χοίνικας, τοῦ ἕκτου, ὅπερ ἐστὶ χοίνικες ηʹ, τὸ ἥμισυ. ]
Κ Κόμματα καὶ κυρήβια[ Κόμματα καὶ κυρήβια: Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τὰ μὲν κυρήβιά ἐστι τὰ πίτυρα, τὰ δὲ κόμματα ἔοικεν εἶναι μέρη τινὰ ἢ τῆς καλάμης ἢ τῶν περὶ τὸν σῖτον αὐτὸν ἐν τῷ στάχυϊ γινομένων ἢ τῶν ἀνθερίκων. ]
Λ Λουτροφόρος καὶ λουτροφορεῖν[ Λουτροφόρος καὶ λουτροφορεῖν: ἔθος ἦν τοῖς γαμοῦσι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ τὴν τοῦ γάμου ἡμέραν, ἔπεμπον δ' ἐπὶ ταῦτα τὸν ἐγγύτατα γένους παῖδα ἄρρενα, καὶ οὗτοι ἐλουτροφόρουν. ἔθος δὲ ἦν καὶ τῶν ἀγάμων ἀποθανόντων λουτροφόρον ἐπὶ τὸ μνῆμα ἐφίστασθαι· τοῦτο δὲ ἦν παῖς ὑδρίαν ἔχων. λέγει περὶ τούτων Δείναρχος ἔν τε τῷ κατὰ Θεοδότου καὶ ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. ὅτι δὲ τὰ λουτρὰ ἐκόμιζον ἐκ τῆς νῦν μὲν Ἐννεακρούνου καλουμένης κρήνης, πρότερον δὲ Καλλιρρόης, Φιλοστέφανος ἐν τῷ περὶ κρηνῶν φησί. μέμνηνται δὲ τοῦ ἔθους οἱ κωμικοί. ]
Μ Μέδιμνος[ Μέδιμνος: Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους. μέτρον ἐστὶ ξηρῶν, οἷον πυρῶν ἢ κριθῶν, ἔχει δὲ χοίνικας μη, καθά φησι Νίκανδρος Θυατειρηνὸς ἐν τοῖς ἐξηγητικοῖς τῆς Ἀττικῆς διαλέκτου. ]
Μ Μετρονόμοι[ Μετρονόμοι: ἀρχή τις Ἀθήνησίν ἐστιν ἡ τῶν μετρονόμων, ὡς Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους. ἦσαν δὲ τὸν ἀριθμὸν ιʹ, εʹ μὲν εἰς Πειραιᾶ, εʹ δ' εἰς ἄστυ, εἶχον δὲ τὴν ἐπιμέλειαν ὅπως δίκαια ᾖ τὰ μέτρα τῶν πωλούντων, ὡς καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ δηλοῖ. ]
Μ Μυλωθρός[ Μυλωθρός: ὁ μυλῶνα κεκτημένος καὶ ἐργαζόμενος ἐν αὐτῷ· Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους πολλάκις. ἔστι δὲ καὶ παρὰ τοῖς κωμικοῖς πολὺ τοὔνομα. ]
Σ Σιτοφύλακες[ Σιτοφύλακες: Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. ἀρχή τις ἦν Ἀθήνησιν ἥτις ἐπεμελεῖτο ὅπως ὁ σῖτος δικαίως πραθήσεται καὶ τὰ ἄλφιτα καὶ οἱ ἄρτοι. ἦσαν δὲ τὸν ἀριθμὸν ιʹ, εʹ μὲν ἐν ἄστει, εʹ δ' ἐν Πειραιεῖ, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ]
Τ Τεταρτημόριον[ Τεταρτημόριον: Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τεταρτημόριόν ἐστι τὸ τέταρτον μέρος τοῦ ὀβολοῦ, τουτέστι χαλκοῖ βʹ. ]
Τ Τριτημόριον[ Τριτημόριον: Δείναρχος κατὰ Καλλισθένους. ὅτι δὲ τριτημόριόν ἐστιν ϛʹ χαλκοῖ Φιλήμων ἐν ἀρχῇ τοῦ Σαρδίου διδάσκει. ]
Υ Ὑποφόνια[ Ὑποφόνια: τὰ ἐπὶ φόνῳ διδόμενα χρήματα τοῖς οἰκείοις τοῦ φονευθέντος, ἵνα μὴ ἐπεξίωσιν· Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους καὶ ἐν τῷ κατὰ Φορμισίου, Θεόφραστος Νόμων ιʹ. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License