Antiphon of Rhamnus) - urn:cts:greekLit:tlg0028.harp005 (
On the Tribute of Lindos)| Α | Ἀμφίπολις | [ | Ἀμφίπολις: Ἀντιφῶν περὶ τοῦ Λινδίων φόρου. πόλις αὕτη τῆς Θρᾴκης. πρότερον δὲ Ἐννέα ὁδοὶ ἐκαλεῖτο, ὡς Ἀνδροτίων ἐν ιβʹ Ἀτθίδος. Μαρσύας δ' ἐν Μακεδονικοῖς διὰ τὸ περιοικεῖσθαι τὸν τόπον Ἀμφίπολιν ὠνομάσθαι, πρότερον Ἄκραν καλουμένην· οἱ δὲ Ἄρεος πόλις. | ] |
| Α | Ἀπειπεῖν | [ | Ἀπειπεῖν ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆσαι Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. καὶ ἀντὶ τοῦ ἀπαρνήσασθαι παρὰ τῷ αὐτῷ. | ] |
| Α | Ἄττα | [ | Ἄττα: ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου, ἀντὶ δὲ τοῦ τινὰ ἢ ποιά τινα Δημοσθένης Φιλιππικοῖς. ἐνιαχοῦ δὲ παρέλκει τὸ ἄττα. [ πυθοῦ χελιδὼν πηνίκ' ἄττα φαίνεται. ] | ] |
| Δ | Δι' ἐνιαυτοῦ | [ | Δι' ἐνιαυτοῦ: ἀντὶ τοῦ δι' ὅλου τοῦ ἐνιαυτοῦ Ἀντιφῶν περὶ τοῦ Λινδίων φόρου. Τηλεκλείδης δ' ἐν τοῖς Πρυτάνεσι δι' ἡμέρας εἶπεν ἀντὶ τοῦ δι' ὅλης τῆς ἡμέρας. | ] |
| Ε | Ἐπαγγελία | [ | Ἐπαγγελία: σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ λέγεται ἐπὶ τῶν ἐγκαλούντων τινὶ δημηγορεῖν καὶ πολιτεύεσθαι οὐκ ἐξὸν, καὶ ἔστιν οἷον παραγγελία· Αἰσχίνης κατὰ Τιμάρχου. λέγεται δὲ παρ' αὐτοῖς τὸ ἐπαγγέλλεσθαι καὶ ἀντὶ τοῦ προστάττειν ἢ αἰτεῖσθαι, ὡς παρά τε Ἀντιφῶντι ἐν τῷ περὶ τοῦ Λινδίων φόρου καὶ Δημοσθένει ἐν τῷ περὶ πρεσβείας. | ] |
| Ε | Ἐπίσκοπος | [ | Ἐπίσκοπος: Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου καὶ ἐν τῷ κατὰ Λαισποδίου. ἐοίκασιν ἐκπέμπεσθαί τινες ὑπὸ Ἀθηναίων εἰς τὰς ὑπηκόους πόλεις ἐπισκεπτόμενοι τὰ παρ' ἑκάστοις. Θεόφραστος γοῦν ἐν αʹ τῶν πολιτικῶν τῶν πρὸς καιροὺς φησὶν οὕτω πολλῷ γὰρ κάλλιον κατά γε τὴν τοῦ ὀνόματος θέσιν, ὡς οἱ Λάκωνες ἁρμοστὰς φάσκοντες εἰς τὰς πόλεις πέμπειν, οὐκ ἐπισκόπους οὐδὲ φύλακας, ὡς Ἀθηναῖοι. | ] |
| Π | Προσφορά | [ | Προσφορά: ἀντὶ τοῦ πρόσοδος Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. καὶ παρ' ἄλλοις δὲ τοὔνομα. | ] |
| Σ | Συνήγοροι | [ | Συνήγοροι: Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ καὶ ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. ἐοίκασι παρ' Ἀθηναίοις τινὲς χειροτονεῖσθαι συνήγοροι ἐπὶ τῷ συναγορεύειν. | ] |
| Τ | Τριβωνευόμενοι | [ | Τριβωνευόμενοι: Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. ἤτοι ἀντὶ τοῦ τριβὰς ἐμποιοῦντες, ἢ ἀντὶ τοῦ τεχνάζοντες, ἀπὸ τοῦ τρίβωνες εἶναι πραγμάτων. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: