Theopompus) - urn:cts:greekLit:tlg0566.suda001 (
Philippica)| beta | 47 | [ | Βάκις: ἐπίθετον Πεισιστράτου. ἦν δὲ χρησμολόγος. Φιλητᾶς δὲ ὁ Ἐφέσιός φησι τρεῖς Βάκιδας· ὁ μὲν ἐξ Ἐλεῶνος τῆς Βοιωτίας, ὁ δὲ Ἀθηναῖος, ὁ δὲ Ἀρκὰς ἐκ πόλεως Καφύης, ὃς καὶ Κύδας ἐκαλεῖτο καὶ Ἀλήτης. Θεόπομπος δὲ ἐν τῇ θʹ τῶν Φιλιππικῶν [+] ἄλλα τε πολλὰ περὶ τούτου τοῦ Βάκιδος ἱστορεῖ παράδοξα, καὶ ὅτι ποτὲ τῶν Λακεδαιμονίων τὰς γυναῖκας μανείσας ἐκάθηρεν, Ἀπόλλωνος τούτοις τοῦτον καθαρτὴν δόντος. | ] |
| delta | 1423 | [ | Δούλων πόλις· παροιμία· ἐν Λιβύῃ· Ἔφορος εʹ. καὶ ἑτέρα ἱεροδούλων, ἐν ᾗ εἷς ἐλεύθερός ἐστιν. ἔστι δὲ καὶ ἐν Κρήτῃ Δουλόπολις, ὡς Σωσικράτης ἐν τῇ αʹ τῶν Κρητικῶν. ἔστι δέ τις καὶ περὶ Θρᾴκην Πονηρόπολις, ἣν Φίλιππόν φασι συνοικίσαι τοὺς ἐπὶ πονηρίᾳ διαβαλλομένους αὐτόθι συναγαγόντα, συκοφάντας, ψευδομάρτυρας καὶ τοὺς συνηγόρους καὶ τοὺς ἄλλους πονηρούς, ὡς δισχιλίους· ὡς Θεόπομπος ἐν ιγʹ τῶν Φιλιππικῶν [+] φησι. | ] |
| theta | 172 | [ | Θεόπομπος, Χῖος, ῥήτωρ, υἱὸς Δαμασιστράτου, γεγονὼς τοῖς χρόνοις κατὰ τὴν ἀναρχίαν Ἀθηναίων, ἐπὶ τῆς ϟγʹ ὀλυμπιάδος, ὅτε καὶ Ἔφορος, Ἰσοκράτους ἀκουστὴς ἅμα Ἐφόρῳ. ἔγραψεν ἐπιτομὴν τῶν Ἡροδότου ἱστοριῶν ἐν βιβλίοις βʹ, Φιλιππικὰ [+] ἐν βιβλίοις οβʹ, Ἑλληνικὰς ἱστορίας· ἕπονται δὲ ταῖς Θουκυδίδου καὶ Ξενοφῶντος καὶ εἰσὶν ἐν βιβλίοις ιαʹ, ἔχουσαι τὰ ἀπὸ τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ λοιπά. ἔγραψε καὶ ἕτερα πλεῖστα. | ] |
| lambda | 655 | [ | Λόγον ἔχειν· ἀντὶ τοῦ φροντίζειν. Θεόπομπος Φιλιππικῶν [+] αʹ. | ] |
| pi | 2039 | [ | Πονηρόπολις· ἔστι δέ τις καὶ περὶ Θρᾴκην Πονηρόπολις, ἣν Φίλιππόν φασι συνοικίσαι, τοὺς ἐπὶ πονηρίᾳ διαβαλλομένους αὐτόθι συναγαγόντα, συκοφάντας, ψευδομάρτυρας καὶ τοὺς συνηγόρους καὶ τοὺς ἄλλους πονηρούς, ὡς δισχιλίους· ὡς Θεόπομπος ἐν ιγʹ τῶν Φιλιππικῶν [+]. | ] |
| phi | 604 | [ | Φορμίων· περὶ τούτου καὶ Θεόπομπος ἐν Φιλιππικοῖς [+]. ἦν δὲ Κροτωνιάτης καὶ ἐν τῇ ἐπὶ Σάγρᾳ μάχῃ ἐτρώθη. δυσιάτου δ’ ὄντος τοῦ τραύματος, χρησμὸν ἔλαβεν εἰς Λακεδαίμονα ἐλθεῖν, τοῦτον γὰρ αὐτοῦ ἰατρὸν ἔσεσθαι, ὃς ἂν αὐτὸν πρῶτον καλέσειεν ἐπὶ δεῖπνον. ὡς οὖν ἧκεν εἰς τὴν Σπάρτην, καταβάντα αὐτὸν ἀπὸ τοῦ ὀχήματος ἐκάλεσεν ἐπὶ δεῖπνον νεανίσκος· δειπνήσαντος δὲ ἤρετο, ἐφ’ ὅ τι ἥκει. ὡς δὲ ἤκουσε περὶ τοῦ χρησμοῦ, ἀποξύσας τοῦ δόρατος ἐπιτίθησιν. ὡς δὲ ἀνέλυσαν ἀπὸ τοῦ δείπνου, δοκῶν ἀναβαίνειν ἐπὶ τὸ ἅρμα, τῆς θύρας αὑτοῦ τοῦ οἴκου τοῦ ἐν Κρότωνι ἐπιλαμβάνεται. ἀλλὰ καὶ Θεοξένια αὐτοῦ ἄγοντος, ἐκάλεσαν αὐτὸν οἱ Διόσκουροι πρὸς Βάττον εἰς Κυρήνην· καὶ ἀνέστη τε ἔχων σιλφίου καυλόν. καὶ παροιμία· Φορμίωνος στιβάς· ἐπὶ τῶν εὐτελῶν· οὗτος γὰρ ὁ Φορμίων ἀγαθὸς ἐγένετο στρατηγός, καὶ ἐν τοῖς Ταξιάρχαις δὲ φαίνεται ὡς ἐπίπονος· φιλοπόλεμος γὰρ καὶ αὐστηρός. στιβάδες δέ, ἐπεὶ οἱ στρατιῶται χαμαικοιτῶσιν. ἀναγράφεται δὲ ὁ Φορμίων δυσὶ ναυμαχίαις νικήσας Λακεδαιμονίους. λιτὸς δὲ ἦν καὶ στρατιωτικός. οἱ δὲ τὰ πολεμικὰ ἐξησκημένοι ὑπὸ γυμνασίων καὶ πόνων εἰώθασι χαμαικοιτεῖν. καὶ Διονύσιος ἐν Ταξιάρχαις· ὡς οὐκ ἔτ’ ἂν φάγοιμι, στιβάδας ἐξόσου φύγον. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: