Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:4.Χ.340Suda On Line: sol-entries/chi/340
Χλιδή· τρυφή, ἔκλυσις, καὶ μαλακία. εἴρηται δὲ ἀπὸ τοῦ ἐχλιάνθαι. Ξενοφῶν· οὐκ ἐν χλιδῇ τεθράμμεθα, ἀλλὰ χωριτικῶς. καὶ αὖθις· συγχωρούντων ἐπαύρασθαι τῆς χλιδῆς. καὶ αὖθις· οὕτω μὲν οὖν ἐν τῷ τῶν Τούρκων ἡγεμόνι ἔνεστι χλιδῆς. καὶ Χλιδαῖς καρατόμοις, τοῖς ἀπὸ τοῦ κρατὸς τετμημένοις βοστρύχοις. λέγοι δ’ ἂν χλιδάς, ἤτοι καθόλου τοὺς πλοκάμους, οἵ εἰσι τρυφὴ τῆς κεφαλῆς· ἢ παρόσον τρυφὴ καὶ κόσμος ἀπετίθεντο τοῖς νεκροῖς οἱ πλόκαμοι ἐν τῷ τάφῳ. Σοφοκλῆς· ἡμεῖς δὲ τὸν πατρὸς τάφον λοιβαῖς τὸ πρῶτον καὶ καρατόμοις χλιδαῖς στέψαντες, εἶτ’ ἄψορρον ἥξομεν πάλιν.
