Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:4.Χ.303Suda On Line: sol-entries/chi/303
Χιλή· τροφή. καὶ Χιλός, ἀρσενικῶς, ἡ τροφή. Ξενοφῶν· τὰ δὲ κτήνη πάντα χιλῷ ἔνδον ἐτρέφοντο. διὰ τῆς ἑτέρης χώρης, τῇ χιλός τε ἵπποις καὶ ὕδατα ἦν. Ἡρόδοτος. ὅσος τε σῖτος καὶ χιλὸς ἐν τῇ χώρᾳ εἴσω τειχῶν κομίζεσθαι. ἀρσενικὸν ὁ χιλός. καὶ Ἀχιλλεύς, ὁ ἥρως, παρὰ τὸ μὴ μετασχεῖν χιλοῦ· μυελοῖς γὰρ ἐτρέφετο. ὅτι ὁ χιλὸς ἐν χέρσῳ φύεται· τοῦτο δέ ἐστι χόρτος. ὅθεν τὸ ἐκκεχιλωμένην, ἀντὶ τοῦ ἐψευσμένην ἢ κεχερσωμένην, οἷον ἐξηλειμμένην.
