Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:4.Υ.77Suda On Line: sol-entries/upsilon/77
Ὑεικόν· ὑὸς ἴδιον, χοίρου ἔργον. λέγεται τὸν Σωκράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδήμου εἰπεῖν, ὅτι ὑεικὸν αὐτῷ δοκοίη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐθυδήμῳ προσκνήσασθαι, ὥσπερ τὰ ὑΐδια τοῖς λίθοις. Ξενοφῶν φησιν. ὑηνῶν θρεμμάτων· καὶ ἔδοξέ μοι τοῦτο οὐκ ἀνθρώπινον, ἀλλ’ ὑηνῶν τινων μᾶλλον εἶναι θρεμμάτων. Πλάτων Νόμων ζʹ. ὑηνεῖς· ὗς δὲ δὴ καὶ κυνοκεφάλους λέγων, οὐ μόνον αὐτὸς ὑηνεῖς, ἀλλὰ καὶ τοὺς ἀκούοντας τοῦτο δρᾶν πρὸς τὰ συγγράμματά μου ἀναπείθεις, οὐ καλῶς ποιῶν. Πλάτων Θεαιτήτῳ.
