Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:4.Υ.517Suda On Line: sol-entries/upsilon/517
Ὑποκοριζόμενοι· διασύροντες. Ξενοφῶν φησιν· οἱ δὲ μισοῦντές με ὑποκοριζόμενοι ὀνομάζουσι κακίαν. ὁ δὲ Δημοσθένης ἐχρήσατο τῇ λέξει ἐπὶ τοῦ εὐφημοῦντες καὶ τὸ αἰσχρὸν εὐφήμως ὀνομάζοντες. λέγει γὰρ ἐν τῷ Παραπρεσβείας· αὐθαίρετον αὐτοῖς ἐπάγονται δουλείαν, Φιλίππου ξενίαν καὶ ἑταιρείαν καὶ τὰ τοιαῦτα ὑποκοριζόμενοι. πυνθάνεσθαι εἰς τὸ πλῆθος ἀποβλέποντα, ποδαποὶ δοκοῖεν αὐτῷ εἶναι οἱ παῖδες, οὕτω γὰρ ὑποκοριζόμενος ἐκάλει τοὺς στρατευσαμένους.
