Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:4.Σ.1680Suda On Line: sol-entries/sigma/1680
Συσκηνία· συνοικία. Ξενοφῶν· ὅτι ἐν τῷ ὁμοῦ σκηνοῦν τοὺς στρατιώτας ἐδόκουν ὠφελεῖσθαι πρὸς τὸν μέλλοντα ἀγῶνα· ἑώρων γὰρ ἀλλήλους ὁμοίως τρεφομένους, καὶ οὐκ ἦν πρόφασις μειονεξίας, ὥστε ὑφίεσθαί τινα κακιώτερον ἑτέρου εἶναι πρὸς τοὺς πολέμους. καὶ ὅτι ἐγίνωσκον ἀλλήλους, καὶ τὸ αἰσχύνεσθαι πᾶσιν ἐδόκει ἐγγίνεσθαι· οἱ δὲ ἀγνοοῦντες ῥᾳδιουργοῦσιν ὥσπερ ἐν σκότει ὄντες.
