Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:4.Ρ.20Suda On Line: sol-entries/rho/20
Ῥᾳδιουργός· πλαστογράφος· καὶ ὁ κακοῦργος ἁπλῶς. καὶ ῥᾳδιουργία, ἡ περὶ πᾶν ὀλιγωρία, καὶ εὐκαιρία, καὶ θρασύτης. Ξενοφῶν δὲ καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τῇ λέξει. Πολύβιος δέ φησι περὶ οἰκογενοῦς προδότου· τί δήποτ’ ἐστὶν ὅτι τοῖς αὐτοῖς καὶ διὰ τῶν αὐτῶν ἀπατώμενοι πάντες οὐ δυνάμεθα λῆξαι ἀνοίας; τοῦτο γὰρ τὸ γένος τῆς ῥᾳδιουργίας πολλάκις ὑπὸ πολλῶν ἤδη γέγονε. καὶ τὸ μὲν παρὰ τοῖς ἄλλοις διαχωρεῖν, ἴσως οὐ θαυμάσιον, τὸ δέ, παρ’ οἷς ἡ πηγὴ τῆς τοιαύτης ὑπάρχει κακοπραγμοσύνης, θαυμαστόν. καὶ αὖθις· οὐδὲν διαφέρει τὸ κατ’ ἰδίαν ἀδίκημα τῶν κοινῶν ἢ πλήθει καὶ μεγέθει τῶν συμβαινόντων. καὶ γὰρ κατ’ ἰδίαν τὸ τῶν ῥᾳδιουργῶν καὶ κλεπτῶν φῦλον τούτῳ μάλιστα τῷ τρόπῳ σφάλλεται, τῷ μῆ ποιεῖν ἀλλήλοις τὰ δίκαια, καὶ συλλήβδην τὰς εἰς αὑτοὺς ἀθεσίας.
