Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:4.Π.307Suda On Line: sol-entries/pi/307
Παραγγέλλοντας· οἱ δὲ Ἀρειανοὶ ὄντες προφάσει τοῦ δόγματος, ἀφικόμενοι ἐν Καρχηδόνι, περὶ τοὺς εἰς ἱερωσύνην παραγγέλλοντας, ὅπως ὁ Γεζέριχος παρασκευῆς ἔχει καὶ γνώμης, μαθεῖν. ἀντὶ τοῦ τελοῦντας. καὶ Ξενοφῶν· ὁ δὲ καταφεύγει ἐς τὸ ἑαυτοῦ στράτευμα καὶ εὐθὺς παραγγέλλει εἰς τὰ ὅπλα. καὶ αὖθις· στρατιὰν ὡς πλείστην εἰς τὸν πόλεμον παραγγέλλων. ἀντὶ τοῦ καταλέγων.
