Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:4.Π.2584Suda On Line: sol-entries/pi/2584
Προσάγειν καὶ Παράγειν διαφέρει. προσάγουσι μὲν γὰρ πάντες οἱ παραταξάμενοι ᾗ ἂν ἄριστοι εἶεν μάχεσθαι· παράγουσι δὲ οἱ σώφρονες ᾗ ἂν ἀσφαλέστατα, οὐχ ᾗ ἂν τάχιστα ἀπέλθοιεν. παριέναι ἀνάγκη δὲ ἐκτεταμέναις μὲν ταῖς ἁμάξαις, ἀνειργμένοις δὲ καὶ τοῖς ἄλλοις σκευοφόροις ἐπιπολύ. οὕτως φησὶ Ξενοφῶν. καὶ Προσάγειν, ἀντὶ τοῦ οἰκειοῦσθαι, ἰδιοποιεῖσθαι. ὁ δὲ ἐμήνυε διὰ τῶν πρέσβεων, ὡς προσάγοιτο μὲν τὰ ἔθνη χρήμασι καὶ δώροις, καταγγέλλοι δὲ κοινὰ τὰ κερδαλέα τὰ ἀπὸ τοῦ πολέμου.
