Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:4.Π.1720Suda On Line: sol-entries/pi/1720
Πλέθρον· τὸ τοῦ σταδίου ἕκτον μέρος, ὅπερ ἐστὶ πηχῶν ξηʹ· ὅλον γὰρ τὸ στάδιόν ἐστι τετρακοσίων. ἢ πανταχόθεν ἔχον πόδας ληʹ. καὶ Πλεθριαῖον διάστημα. ὅτι τὸ πλέθρον ἔχει πόδας ρʹ. Ξενοφῶν φησι πλεθριαίους φοίνικας φύεσθαι ἐν Βαβυλῶνι ἢ καὶ μείζονας. σταδίου πηχῶν υʹ. ὅτι ἐξέδωκεν ἡ πόλις Ἀθηναίων τὰς θυγατέρας Ἀριστείδου, καὶ Λυσιμάχῳ τῷ παιδὶ βʹ δραχμὰς τῆς ἡμέρας ἐδίδου καὶ γῆς πεφυτευμένης ἐδωρήσατο νʹ πλέθρα καὶ ἀροσίμης ρʹ.
