Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:4.Π.1574Suda On Line: sol-entries/pi/1574
Πιθανούς· τοὺς εὐπειθεῖς. Ξενοφῶν Κύρου παιδείᾳ· πιθανοὶ δὲ οὕτως εἰσί τινες, ὥστε πρὶν εἰδέναι τὸ πραττόμενον, πρότερον πείθεσθαι. ὥσπερ φοβερούς, τοὺς φοβουμένους Θουκυδίδης. Ἀππιανός· ἕνα δ’ αὐτῶν πιστὸν καὶ πιθανὸν εἰς τὸ ἔργον, ἐντυχόντα τοῖς ὑπάτοις ἐν ἀπορρήτῳ πίστιν αἰτῆσαι. καὶ πιθανότητές τινες συνεκύρησαν ἐκ τῆς περιπετείας· ἃς οἱ Ῥωμαῖοι παρεπλάττοντο, φιλοτιμότερον τοῦ δέοντος. καὶ αὖθις· διὰ ῥώμην σώματος καὶ τὸ ἐς τὰς μάχας προπετὲς εἶναι τῷ πλήθει πιθανόν. ἀντὶ τοῦ ἐξάρχοντα.
