Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:4.Π.1078Suda On Line: sol-entries/pi/1078
Περιβαλλομένους· προσλαμβανομένους. Ξενοφῶν· τοὺς ἐπιτηδείους ἄλλους ἄλλοσε ἀφῆκε καταθεῖν καὶ ἐκέλευε περιβαλλομένους, ὅπως τις ἐπιτυγχάνοι, ἐλαύνειν πρὸς αὐτόν. καὶ Πολύβιος· ὁ δὲ Ἄτταλος περιβαλλόμενος πλείω λόγον ὑπεμίμνησκεν αὐτοὺς τῆς ἀνέκαθεν τῶν προγόνων ἀρετῆς. ἀντὶ τοῦ διεξελθών. καὶ αὖθις· δεσμοῖς περιβαλών. καὶ Αἰλιανός· οἱ δὲ τοὺς ὑπηρέτας αὐτῷ περιβαλόντες εἰς τὸ θέατρον ἄγουσιν.
