Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:3.K.764Suda On Line: sol-entries/kappa/764
Κατασκεδάζειν· γενικῇ. ἔθος ἦν Θρᾴκιον ἐν τοῖς συμποσίοις, ἵνα, ὅταν πίωσι τοῦ οἴνου οἱ συμπόται ὅσον δύνωνται, τὸ λοιπὸν τοῦ οἴνου καταχέωσι κατὰ τῶν ἱματίων τῶν συμποτῶν· ὅπερ ἔλεγον κατασκεδάζειν. οὕτως Ξενοφῶν ἐν τῷ ζʹ τῆς τοῦ Κύρου Ἀναβάσεως. μέμνηται τούτου καὶ ὁ μέγας Πλάτων ἐν τοῖς Νόμοις. καὶ ὁ μὲν Ξενοφῶν λέγει· ἀναστὰς ὡς εὐθὺς συνέπιε, καὶ συγκατεσκεδάσατο μετ’ αὐτοῦ τὸ κέρας.
