Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:3.K.313Suda On Line: sol-entries/kappa/313
Κανθήλιος· βραδὺς νοῆσαι, ἢ ἀφυής. ἢ ὄνος μέγας. Ξενοφῶν λέγει· ὅτι ἐν Βαβυλῶνι οἱ φοίνικες οὐ μεῖον ἢ πλεθριαῖοι τὸ μέγεθος γίνονται· οἳ δὴ πιεζόμενοι ὑπὸ βάρους ἄνω κυρτοῦνται, ὥσπερ ὄνοι κανθήλιοι. καὶ Πολύβιος· ἐν γὰρ τοῖς ἐπιδεδεμένοις φορτίοις τὰ κανθήλια λαβόντας ἐκ τῶν ὄπισθεν προθέσθαι πρὸ αὐτῶν ἐκέλευσε τοὺς πεζούς. οὗ γενομένου, συνέβη παρὰ πάντας χάρακας ἀσφαλέστατον γενέσθαι τὸ πρόβλημα.
