Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:3.K.2488Suda On Line: sol-entries/kappa/2488
Κρωβύλος· ὁ μαλλὸς τῶν παιδίων. καὶ ὁ πλόκαμος, ὃν διέβαλλον οἱ τὸν χρυσοῦν τέττιγα φοροῦντες, ἀνάδημα, κόσμος, ὁ τῶν τριχῶν πεπλεγμένος κόσμος. ἐν Ἐπιγράμμασι· ἅλικες αἵ τε κόμαι καὶ ὁ κρωβύλος, ἃς ἀπὸ Φοίβῳ πέξατο μολπαστᾷ κῶμος ὁ τετραέτης. Ξενοφῶν· εἶχον δὲ κράνη σκύτινα οἷά περ τὰ Παφλαγονικά, κρωβύλον ἔχοντα κατὰ μέσον, ἐγγυτάτω τιαροειδῆ. Κρωβύλος κυρίως εἶδος ἐμπλοκῆς ἐστι κατὰ Θουκυδίδην.
