Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:3.Ξ.91Suda On Line: sol-entries/xi/91
Ξυήλην· ἣν ξυάλην λέγομεν. Ξενοφῶν Κύρου Ἀναβάσει· εἶχον δὲ θώρακας λινοῦς μέχρι τοῦ ἤτρου, ἀντὶ δὲ τῶν πτερύγων ὡς παρὰ τὰ πυκνὰ ἐστραμμένα. εἶχον δὲ καὶ κράνη, καὶ περὶ τὴν ζώνην μαχαίριον, ὅσον ξυήλη Λακωνική. ἣν Ἀττικοὶ κνῆστιν, Λάκωνες δὲ ξυήλην λέγουσι μόνον. ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν κνήστει χαλκείῃ. οἱ μὲν οὖν Ἀττικοὶ τὸ ῥῆμα οὕτως λέγουσι, κἀπικνεῖν κἀπεσθίειν, οἱ δὲ Λάκωνες τοὔ νομα ξυήλην. ὡς καὶ Ξενοφῶν φησιν ἐν τῇ δʹ τῆς Ἀναβάσεως, ὅτι Δρακόντιος ἔφυγεν ἐκ Σπάρτης παῖς ἔτι ὤν, ἀποκτείνας ξυήλῃ Λακωνικῇ παῖδα. διὰ τοῦτο δὲ καὶ τὸ κνεῖν οἱ Δωριεῖς ξύειν λέγουσιν· ὡς καὶ Σώφρων· ἄν τις τὸν ξύοντα ἀντιξύῃ. καὶ πάλιν· ξύεται ὁ χοραγός.
